Δευτέρα 8 Ιουνίου 2020

"Πνεῦμα εὐθές ἐγκαίνισον "












Του Αγίου Πνεύματος



Βασιλεύ  Oυράνιε, Παράκλητε, Tο Πνεύμα της αληθείας,
Ο πανταχού παρών και τα πάντα πληρών ,
Ο θησαυρός των αγαθών και ζωής χορηγός ,
ελθέ και σκήνωσον εν ημίν,
και καθάρισον ημάς από πάσης κηλίδος,
και σώσον αγαθέ τας ψυχάς ημών.


Από τις Ευχές της Γονυκλησίας

Νῦν οὖν δεομένων ἐπάκουσον ἡμῶν, καὶ μνήσθητι ἡμῶν τῶν ταπεινῶν, καὶ κατακρίτων, καὶ ἐπίστρεψον τὴν αἰχμαλωσίαν τῶν ψυχῶν ἡμῶν, τὴν οἰκείαν συμπάθειαν ἔχων ὑπὲρ ἡμῶν πρεσβεύουσαν. Δέξαι ἡμᾶς προσπίπτοντάς σοι, καὶ βοῶντας τό, Ἡμάρτομεν. 
Ἐπὶ σὲ ἐπερρίφημεν ἐκ μήτρας ἀπὸ γαστρὸς μητρὸς ἡμῶν, Θεὸς ἡμῶν σὺ εἶ· ἀλλ᾿ ὅτι ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι ἡμῶν, γεγυμνώμεθα τῆς σῆς βοηθείας, ἐστερήμεθα ἀπὸ πάσης ἀπολογίας. Ἀλλὰ θαρροῦντες τοῖς οἰκτιρμοῖς σου, κράζομεν· Ἁμαρτίας νεότητος ἡμῶν, καὶ ἀγνοίας μὴ μνησθῇς, καὶ ἐκ τῶν κρυφίων ἡμῶν καθάρισον ἡμᾶς. 
Μὴ ἀπορρίψῃς ἡμᾶς εἰς καιρὸν γήρως· ἐν τῷ ἐκλείπειν τὴν ἰσχὺν ἡμῶν, μὴ ἐγκαταλίπῃς ἡμᾶς· πρὶν ἡμᾶς εἰς τὴν γῆν ἀποστρέψαι, ἀξίωσον πρὸς σὲ ἐπιστρέψαι, καὶ πρόσχες ἡμῖν ἐν εὐμενείᾳ καὶ χάριτι. Ἐπιμέτρησον τὰς ἀνομίας ἡμῶν τοῖς οἰκτιρμοῖς σου· ἀντίθες τὴν ἄβυσσον τῶν οἰκτιρμῶν σου, τῷ πλήθει τῶν πλημμελημάτων ἡμῶν. 
Ἐπίβλεψον ἐξ ὕψους ἁγίου σου, Κύριε, ἐπὶ τὸν λαόν σου τὸν περιεστῶτα, καὶ ἀπεκδεχόμενον τὸ παρὰ σοῦ πλούσιον ἔλεος· ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου· ρῦσαι ἡμᾶς ἐκ τῆς καταδυναστείας τοῦ Διαβόλου· ἀσφάλισαι τὴν ζωὴν ἡμῶν τοῖς ἁγίοις καὶ ἱεροῖς νόμοις σου. 
Ἀγγέλῳ πιστῷ φύλακι παρακατάθου τὸν λαόν σου· πάντας ἡμᾶς συνάγαγε εἰς τὴν βασιλείαν σου· δὸς συγγνώμην τοῖς ἐλπίζουσιν ἐπὶ σέ· ἄφες αὐτοῖς καὶ ἡμῖν τὰ ἁμαρτήματα· καθάρισον ἡμᾶς τῇ ἐνεργείᾳ τοῦ Ἁγίου σου Πνεύματος· διάλυσον τὰς καθ᾿ ἡμῶν μηχανὰς τοῦ ἐχθροῦ.

Πνεῦμα σοφίας σου τοῖς ἐμοῖς παράσχου διαλογισμοῖς, Πνεῦμα συνέσεως τῇ ἀφροσύνῃ μου δωρούμενος· Πνεῦμα φόβου σου τοῖς ἐμοῖς ἐπισκίασον ἔργοις· καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου· καὶ Πνεύματι ἡγεμονικῷ τὸ τῆς διανοίας μου στήριξον ὀλισθηρόν· ἵνα καθ᾿ ἑκάστην ἡμέραν, τῷ Πνεύματί σου τῷ ἀγαθῷ, πρὸς τὸ συμφέρον ὁδηγούμενος, καταξιωθῶ ποιεῖν τὰς ἐντολάς σου, καὶ τῆς σῆς ἀεὶ μνημονεύειν ἐνδόξου, καὶ ἐρευνητικῆς τῶν πεπραγμένων ἡμῖν παρουσίας· καὶ μὴ παρίδῃς με τοῖς φθειρομένοις τοῦ κόσμου ἐναπατᾶσθαι τερπνοῖς, ἀλλὰ τῶν μελλόντων ὀρέγεσθαι τῆς ἀπολαύσεως ἐνίσχυσον θησαυρῶν. 
Σὺ γὰρ εἶπας, Δέσποτα, ὅτι περ, ὅσα ἄν τις αἰτήσηται ἐν τῷ ὀνόματί σου, ἀκωλύτως παρὰ τοῦ σοῦ λαμβάνει συναϊδίου Θεοῦ καὶ Πατρός.

Θεὸς ὁ μέγας καὶ αἰώνιος, ὁ ἅγιος καὶ φιλάνθρωπος, ὁ καταξιώσας ἡμᾶς καὶ ἐν ταύτῃ τῇ ὥρᾳ στῆναι ἐνώπιον τῆς ἀπροσίτου σου δόξης, εἰς ὕμνον καὶ αἶνον τῶν θαυμασίων σου, ἱλάσθητι ἡμῖν τοῖς ἀναξίοις δούλοις σου· καὶ παράσχου χάριν, τοῦ μετὰ συντετριμμένης καρδίας ἀμετεωρίστως προσενεγκεῖν σοι τὴν τρισάγιον δοξολογίαν, καὶ τὴν εὐχαριστίαν τῶν μεγάλων σου δωρεῶν, ὧν ἐποίησας καὶ ποιεῖς πάντοτε εἰς ἡμᾶς.




2φΑ






Share

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου