Κατά Ματθαίον Ευαγγέλιο ΙΘ'(19) 16-26
16 Καὶ ἰδοὺ εἷς προσελθὼν εἶπεν
αὐτῷ· διδάσκαλε ἀγαθέ, τί ἀγαθὸν ποιήσω 
     ἵνα ἔχω ζωὴν αἰώνιον;
17
ὁ δὲ εἶπεν αὐτῷ· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. εἰ δὲ
θέλεις 
     εἰσελθεῖν εἰς τὴν ζωήν, τήρησον τὰς ἐντολάς.
18 λέγει αὐτῷ· ποίας; ὁ δὲ Ἰησοῦς
εἶπε· τὸ οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, 
    οὐ ψευδομαρτυρήσεις,
19
τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
20
λέγει αὐτῷ ὁ νεανίσκος· πάντα ταῦτα ἐφυλαξάμην ἐκ νεότητός μου· τί ἔτι ὑστερῶ;
21 ἔφη αὐτῷ ὁ Ἱησοῦς· εἰ θέλεις
τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα 
    καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν
ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι.
22
ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά. 
23 Ὁ δὲ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς
αὐτοῦ· ἀμὴν λέγω ὑμῖν ὅτι δυσκόλως πλούσιος 
     εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν
οὐρανῶν.
24
πάλιν δὲ λέγω ὑμῖν, εὐκολώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ραφίδος διελθεῖν 
     ἢ
πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.
25 ἀκούσαντες δὲ οἱ μαθηταὶ αὐτοῦ
ἐξεπλήσσοντο σφόδρα λέγοντες· 
     τίς ἄρα δύναται σωθῆναι;
26
ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, 
     παρὰ δὲ
Θεῷ πάντα δυνατά ἐστι.
2fA


 
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου