Κυριακή 2 Φεβρουαρίου 2020

"Ακατάληπτον Εστί "





Η ΥΠΑΠΑΝΤΗ ΤΟΥ ΚΥΡΙΟΥ


κατάληπτόν ἐστι, τὸ τελούμενον ἐν σοί, 
καὶ Ἀγγέλοις καὶ βροτοῖς, Μητροπάρθενε ἁγνή.
Ἀγκαλίζεται χερσίν, ὁ Πρεσβύτης Συμεών, 
τὸν τοῦ νόμου Ποιητήν, καὶ Δεσπότην τοῦ παντός.
Βουληθεὶς ὁ Πλαστουργός, ἵνα σώσῃ τὸν Ἀδάμ, 
μήτραν ᾤκησε τὴν σήν, τῆς Παρθένου καὶ ἁγνῆς.
Γένος ἄπαν τῶν βροτῶν, μακαρίζει σε Ἁγνή, 
καὶ δοξάζει σε πιστῶς, ὡς Μητέρα τοῦ Θεοῦ.
Δεῦτε, ἴδετε Χριστόν, τὸν Δεσπότην τοῦ παντός, 
ὃν βαστάζει Συμεών, σήμερον ἐν τῷ ναῷ.
Ἐπιβλέπεις πρὸς τὴν γῆν, καὶ ποιεῖς τρέμειν αὐτήν, 
καὶ πῶς γέρων κεκμηκώς, σὲ κατέχει ἐν χερσὶ;
Ζήσας ἔτη Συμεών, ἕως εἶδε τὸν Χριστόν, 
καὶ ἐβόα πρὸς αὐτόν· Νῦν ἀπόλυσιν ζητῶ.
Ἡ λαβὶς ἡ μυστική, ἡ τὸν ἄνθρακα Χριστόν, 
συλλαβοῦσα ἐν γαστρί, σὺ ὑπάρχεις Μαριάμ.

Θέλων ἐνηνθρώπησας, ὁ προάναρχος Θεός, 
καὶ ναῷ προσφέρεσαι, τεσσαρακονθήμερος.
Κατελθόντ' ἐξ οὐρανοῦ, τὸν Δεσπότην τοῦ παντός, 
ὑπεδέξατο αὐτόν, Συμεὼν ὁ Ἱερεύς.
Λάμπρυνόν μου τὴν ψυχήν, καὶ τὸ φῶς τὸ αἰσθητόν, 
ὅπως ἴδω καθαρῶς, καὶ κηρύξω σε Θεόν.
Μητροπάρθενε ἁγνή, τὶ προσφέρεις τῷ ναῷ, 
νέον βρέφος ἀποδούς, ἐν ἀγκάλαις Συμεών;
Νῦν ἀπόλυσιν ζητῶ, ἀπὸ σοῦ τοῦ Πλαστουργοῦ, 
ὅτι εἶδὸν σε Χριστέ, τὸ σωτήριόν μου φῶς.
Ὃν οἱ ἄνω λειτουργοί, τρόμῳ λιτανεύουσι, 
κάτω νῦν ὁ Συμεών, ἀγκαλίζεται χερσί.

Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν,
Σκέπε, φρούρει, φύλαττε, τούς ἐλπίζοντας εἰς σέ.




Καβαρνός – [2φΑ]

02.02.2020





Share

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου