Τρίτη 12 Μαρτίου 2019

"Γνωμικόν Ἀλφάβητο "





-  Ἅγιος Γρηγόριος ὁ Θεολόγος


ρχὴν ἁπάντων καὶ τέλος ποιοῦ Θεόν.
Βίου τὸ κέρδος, ἐκβιοῦν καθ’ ἡμέραν.
Γίνωσκε πάντα τῶν καλῶν τὰ δράματα.
Δεινὸν πένεσθαι, χεῖρον δ’ εὐπορεῖν κακῶς.
Εὐεργετῶν νόμιζε μιμεῖσθαι Θεόν.
Ζήτει Θεοῦ σοι χρηστότητα χρηστὸς ὤν.

σὰρξ κρατείσθω καὶ δαμαζέσθω καλῶς.
Θυμὸν χαλίνου, μὴ φρενῶν ἔξω πέσῃς.
στη μὲν ὄμμα, γλῶσσα δὲ στάθμην ἔχοι.
Κλεὶς ὠσὶ κείσθω, μηδὲ πορνεύοι γέλως.
Λύχνος βίου σοι παντὸς ἡγείσθω λόγος.
Μή σοι τὸ εἶναι τῷ δοκεῖν ὑπορρέοι.

Νόει τὰ πάντα, πρᾶσσε δ’ ἃ πράσσειν θέμις.
Ξένον σεαυτὸν ἴσθι, καὶ τίμα ξένους.
τ’ εὐπλοεῖς, μάλιστα μέμνησο ζάλης.
Πάντ’ εὐχαρίστως δεῖ δέχεσθαι τἀκ Θεοῦ.
άβδος δικαίου πλεῖον, ἢ τιμὴ κακοῦ.
Σοφῶν θύρας ἔκτριβε, πλουσίων δὲ μή.

Τὸ μικρὸν οὐ μικρόν, ὅταν ἐκφέρῃ μέγα.
βριν χαλίνου, καὶ μέγας ἔσῃ σοφός.
Φύλασσε σαυτόν, πτῶμα δ’ ἄλλου μὴ γέλα.
Χάρις φθονεῖσθαι, τὸ φθονεῖν δ΄ αἶσχος μέγα.
Ψυχὴ θύοιτο μάλλον ἢ τὸ πᾶν Θεῷ.
, τίς φυλάξει ταῦτα καὶ σωθήσεται;




vbr - Ζωή
[2fA]






Share

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου