Τετάρτη 26 Σεπτεμβρίου 2018

"Ὁ πιστός φίλος "





ΓΕΩΡΓΙΟΥ Ν. ΖΟΥΚΗ
-  από το ΑΝΑΓΝΩΣΤΙΚΟΝ ΤΗΣ ΑΡΧΑΙΑΣ ΕΛΛΗΝΙΚΗΣ ΓΛΩΣΣΗΣ

Α΄ ΓΥΜΝΑΣΙΟΥ  -  1954



1. πιστός φίλος

Πιστεύω τῷ φίλῳ.
Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις.

῾Ο φίλος τὸν φίλον ἐν πόνοις καὶ κινδύνοις οὐ λείπει.
Τοῖς τῶν φίλων λόγοις ἀεὶ πιστεύομεν.
Εἰ κινδυνεύετε, ὦ φίλοι, τοὺς τῶν ἀνθρώπων τρόπους γιγνώσκετε·
οἱ μὲν γὰρ ἄπιστοι φίλοι οὐ μετέχουσι τοῦ κινδύνου, οἱ δὲ πιστοὶ
συγκινδυνεύουσι τοῖς φίλοις.

Πιστοῖς φίλοις μᾶλλον ἢ χρυσῷ καὶ ἀργύρῳ πιστεύομεν.
Οἱ ἀγαθοὶ ἄνθρωποι καὶ ἐν κινδύνοις ἀεὶ ἀγαθὸν ἔχουσι θυμόν·
τῷ γὰρ θεῷ πιστεύουσιν.

῏Ω φίλε, ὁ θεὸς τοὺς ἀγαθοὺς ἀνθρώπους οὐ λείπει.
Πολλοὶ ἄνθρωποι τῷ πλούτῳ μᾶλλον ἢ τῷ θεῷ πιστεύουσι.



[2φΑ]

                                                                                     





Share

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου