Σάββατο 26 Φεβρουαρίου 2022

"Eὐχαριστήριος Εὐχή "

 



-  Ἀνωνύμου


Εὐχαριστῶ σοι Κύριε, ὁ Θεός μου,
ὅτι οὐκ ἀπώσω με τὸν ἁμαρτωλόν,
ἀλλὰ κοινωνόν με γενέσθαι τῶν ἁγιασμάτων σου κατηξίωσας.
Εὐχαριστῶ σοι, ὅτι με τὸν ἀνάξιον
μεταλαβεῖν τῶν ἀχράντων σου καὶ ἐπουρανίων δωρεῶν κατηξίωσας.


Ἀλλά, Δέσποτα φιλάνθρωπε
,
ὁ ὑπὲρ ἡμῶν ἀποθανών τε καὶ ἀναστὰς
καὶ χαρισάμενος ἡμῖν τὰ φρικτὰ ταῦτα καὶ ζωοποιά σου Μυστήρια,
ἐπ᾿ εὐεργεσίᾳ καὶ ἁγιασμῷ τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν,
δὸς γενέσθαι ταῦτα κἀμοὶ εἰς ἴασιν ψυχῆς τε καὶ σώματος,
εἰς ἀποτροπὴν παντὸς ἐναντίου,
εἰς φωτισμὸν τῶν ὀφθαλμῶν τῆς καρδίας μου,
εἰς εἰρήνην τῶν ψυχικῶν μου δυνάμεων,
εἰς πίστιν ἀκαταίσχυντον,
εἰς ἀγάπην ἀνυπόκριτον,
εἰς πλησμονὴν σοφίας,
εἰς περιποίησιν τῶν ἐντολῶν σου,
εἰς προσθήκην τῆς θείας σου χάριτος
καὶ τῆς σῆς βασιλείας οἰκείωσιν·
ἵνα ἐν τῷ ἁγιασμῷ σου δι᾿ αὐτῶν φυλαττόμενος,
τῆς σῆς χάριτος μνημονεύω διὰ παντὸς
καὶ μηκέτι ἐμαυτῷ ζῶ,
ἀλλὰ σοὶ τῷ ἡμετέρῳ Δεσπότῃ καὶ εὐεργέτῃ.

….


2φΑ

                                                               




Share

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου