Παρασκευή 3 Μαΐου 2013

"Επιτάφιος"







Ἡ
ζωὴ ἐν τάφῳ, κατετέθης Χριστέ
καὶ Ἀγγέλων στρατιαὶ ἐξεπλήττοντο,
συγκατάβασιν δοξάζουσαι τὴν σήν.

Μεγαλύνομέν σε,
Ἰησοῦ Βασιλεῦ
κα
ὶ τιμῶμεν τὴν Ταφὴν καὶ τὰ Πάθη σου·
δι
᾿ ὧν ἔσωσας ἡμᾶς ἐκ τῆς φθορᾶς.

**

Ἄ
ξιόν ἐστι, μεγαλύνειν σε τὸν Ζωοδότην,
τ
ὸν ἐν τῷ Σταυρῷ τὰς χεῖρας ἐκτείναντα
κα
ὶ συντρίψαντα τὸ κράτος τοῦ ἐχθροῦ.

Ἄ
ξιόν ἐστι, μεγαλύνειν σε τὸν πάντων Κτίστην·
τοῖς σοῖς γὰρ παθήμασιν ἔχομεν,
τὴν ἀπάθειαν ῥυσθέντες τῆς φθορᾶς.

**

Αἱ γενεαί πᾶσαι, ὕμνον τῇ Ταφῇ σου,
προσφέρουσι Χριστέ μου.

Μυροφόροι
ἦλθον, μύρα σοι Χριστέ μου,
κομίζουσαι προφρόνως.

Ὢ
γλυκύ μου ἔαρ, γλυκύτατόν μου Τέκνον,
πο
ῦ ἔδυ σου τὸ κάλλος;









Share

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου