Παρασκευή 9 Νοεμβρίου 2018

"Ἐξομολόγησις πιστοῦ "





Ἅγιος Νεκτάριος  -  ΠΕΡΙ ΑΓΑΠΗΣ
[ἀπό τό βιβλίο του: "Γνῶθι σαυτόν", κεφ. Γ´]

4. Ἐξομολόγησις πιστοῦ


Θεὸς ἐμοὶ δόξα καὶ πλοῦτος καὶ καύχημα.
Θεὸς τὸ γλυκύτατον καὶ ἥδιστον ὑπὲρ πᾶν πρᾶγμα.
Θεὸς τὸ μελέτημα καὶ ἐντρύφημα.
Θεοῦ πνοῆς ἡ ψυχή μου δημιούργημα. Θεοῦ πλάσμα τὸ σῶμά μου.
Θεοῦ εἰμὶ ὅλως εἰκώνΘεοῦ θείᾳ χάριτι γένος.
Θεόθεν μοι τὸ εἶναι, τὸ κινεῖσθαι· θεόθεν τὸ φθέγγεσθαι ἔλαβον.
Θεῷ καθ᾿ ἑκάστην τὸ πνεῦμα παρατίθημι

Θεῷ τὰς εὐχάς μου, ὅσαι ὥραι, προσάγω. Θεῷ ζῶ καὶ δουλεύω καὶ πάρειμι.
Θεὸν τὸν μέγαν καὶ ἰσχυρὸν καὶ ζῶντα πάροχον καὶ συλλήπτορα καὶ τελειωτὴν τῶν καλῶν εὐμοιρῶ
Θεὸν ἐπόπτην, ὧν καὶ νοῶ καὶ λέγω καὶ πράττω καὶ πλουτῶ.
Θεὸν κριτὴν φοβερὸν τῶν ἐν ἐμοὶ πεπραγμένων ἐκδέχομαι.
Θεὸν ἴλεων καὶ συγγνώμονα ἔχω.
Θεὸν μακρόθυμον καὶ πολυέλεον ὁμολογῶ.
Θεὸν σωτῆρα καὶ λυτρωτήν μου καὶ Κύριον ἀνακηρύττω.

Θεὸν ἀρχὴν τῶν πάντων γινώσκω. Θεὸν δοτήρα τῶν ἀγαθῶν οἶδα.
Θεὸν προνοητὴν καὶ ἐπόπτην ἐπίσταμαι. 
Θεὸν πάνσοφον καὶ παντογνώστην, τὸν γινώσκοντα τὰ μέλλοντα καὶ τὰ παρόντα καὶ τὰ παρελθόντα ἐπιγινώσκω.
Θεὸν ἀγαθὸν καὶ ἅγιον καὶ δίκαιον καὶ ἀληθινὸν ὑμνῶ καὶ δοξάζω καὶ εὐλογῶ καὶ ὑπερυψῶ.
Θεὸν φιλάνθρωπον προσκυνῶ καὶ λατρεύω. 
Θεῷ πιστεύω.

Ἐπὶ Θεὸν ἐλπίζω καὶ τὴν ἐλπίδα τῆς σωτηρίας μου ἀνατίθημι.
Θεὸν τὴν πηγὴν τῆς ἀγάπης ἀγαπῶ καὶ ἐπιποθῶ.

Πρὸς τὸν Θεὸν ἡ ψυχή μου σπένδεται.
Πρὸς τὸν Θεὸν ἡ διάνοιά μου ἀνυψουμένη ἐπαναπαύεται.
Τὸν Θεὸν ἡ καρδία μου ἐπιποθεῖ.

Ἕναν Θεὸν τρισήλιον, τὴν τρισυπόστατον θεότητα, ὁμολογῶ· μίαν Θεότητα ἄναρχον, ἀΐδιον, ἁπλήν, ὑπερούσιον, ἀμέριστον κηρύττω· τὴν αὐτὴν Μονάδα καὶ Τριάδα· ὅλην Μονάδα τὴν αὐτήν, καὶ ὅλην Τριάδα τὴν αὐτήν· Μονάδα ὅλην κατ᾿ οὐσίαν τὴν αὐτήν, καὶ Τριάδα ὅλην κατὰ τὰς ὑποστάσεις τὴν αὐτὴν πιστεύω καὶ ὁμολογῶ· διότι μία θεότης ὁ Πατήρ, ὁ Υἱὸς καὶ τὸ Ἅγιον Πνεῦμα, μία δύναμις, μία σύνταξις, μία προσκύνησις ἡ τῆς ὁμοουσίου Τριάδος· διότι μία καὶ ἡ αὐτὴ φύσις καὶ οὐσία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.

Ταῦτα ὁμολογῶ καὶ πιστεύω καὶ κηρύττω καὶ φθέγγομαι.



nectar – [2fA]






Share

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου