Παρασκευή 25 Δεκεμβρίου 2020

"Χριστός ἐτέχθη! "

 



-  Ὑμνολογία τοῦ ὄρθρου τῆς ἑορτῆς τῆς Χριστοῦ Γεννήσεως


Γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ
τὸ φῶς τὸ τῆς γνώσεως·
 ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο
σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης
καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν. Κύριε δόξα σοι.

Δεῦτε ἴδωμεν πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός· 
ἀκολουθήσωμεν λοιπόν, ἔνθα ὁδεύει ὁ ἀστήρ, 
μετὰ τῶν Μάγων Ἀνατολῆς τῶν βασιλέων. 
Ἄγγελοι ὑμνοῦσιν, ἀκαταπαύστως ἐκεῖ. 
Ποιμένες ἀγραυλοῦσιν, ᾠδὴν ἐπάξιον, 
Δόξα ἐν ὑψίστοις λέγοντες, τῷ σήμερον ἐν Σπηλαίῳ τεχθέντι, 
ἐκ τῆς Παρθένου, καὶ Θεοτόκου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.

Τί θαυμάζεις Μαριάμ; τί ἐκθαμβεῖσαι τὸ ἐν σοί; 
Ὅτι ἄχρονον Υἱόν, χρόνῳ ἐγέννησά φησι
τοῦ τικτομένου τὴν σύλληψιν μὴ διδαχθεῖσα
Ἄνανδρός εἰμι, καὶ πῶς τέξω Υἱόν
ἄσπορον γονὴν τίς ἑώρακεν
ὅπου Θεὸς δὲ βούλεται, νικᾶται φύσεως τάξις, ὡς γέγραπται
Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.

Ὁ ἀχώρητος παντί, πῶς ἐχωρήθη ἐν γαστρί; 
ὁ ἐν κόλποις τοῦ Πατρός, πῶς ἐν ἀγκάλαις τῆς Μητρός; 
πάντως ὡς οἶδεν ὡς ἠθέλησε καὶ ὡς ηὐδόκησεν· 
ἄσαρκος γὰρ ὤν, ἐσαρκώθη ἑκών· 
καὶ γέγονεν ὁ Ὤν, ὃ οὐκ ἦν δι᾿ ἡμᾶς· 
καὶ μὴ ἐκστὰς τῆς φύσεως, μετέσχε τοῦ ἡμετέρου φυράματος. 
Διπλοῦς ἐτέχθη, Χριστὸς 
τὸν ἄνω κόσμον θέλων ἀναπληρῶσαι.

Τὰ σύμπαντα σήμερον, χαρᾶς πληροῦνται·
Χριστὸς ἐτέχθη ἐκ τῆς Παρθένου.

Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη.
Σήμερον δέχεται ἡ Βηθλεέμ,
τὸν καθήμενον διὰ παντός, σὺν Πατρί.
Σήμερον Ἄγγελοι τὸ βρέφος τὸ τεχθέν,
θεοπρεπῶς δοξολογοῦσι·
Δόξα ἐν ὑψίστοις Θεῷ,
καὶ ἐπὶ γῆς εἰρήνη,
ἐν ἀνθρώποις εὐδοκία.

Τὴν ἀπαρχὴν τῶν Ἐθνῶν, ὁ οὐρανός σοι προσεκόμισε, 
τῷ κειμένῳ νηπίῳ ἐν φάτνῃ, δι᾿ ἀστέρος τοὺς Μάγους καλέσας· 
οὕς καὶ κατέπληττεν, οὐ σκῆπτρα καὶ θρόνοι, ἀλλ᾿ ἐσχάτη πτωχεία· 
τί γὰρ εὐτελέστερον σπηλαίου; τί δὲ ταπεινότερον σπαργάνων; 
ἐν οἷς διέλαμψεν ὁ τῆς Θεότητός σου πλοῦτος. Κύριε δόξα σοι.

Ἡ Παρθένος σήμερον, τὸν Ὑπερούσιον τίκτει,
καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει.
Ἄγγελοι, μετὰ Ποιμένων δοξολογοῦσι.
Μάγοι δέ, μετὰ ἀστέρος ὁδοιποροῦσι·
δι᾿ ἡμᾶς γὰρ ἐγεννήθη,
Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

Τὴν Ἐδὲμ Βηθλεὲμ ἤνοιξε, δεῦτε ἴδωμεν·
τὴν τρυφὴν ἐν κρυφῇ εὕρομεν, δεῦτε λάβωμεν,
τὰ τοῦ Παραδείσου ἔνδον τοῦ Σπηλαίου.
Ἐκεῖ ἐφάνη ῥίζα ἀπότιστος, βλαστάνουσα ἄφεσιν·
ἐκεῖ εὑρέθη φρέαρ ἀνόρυκτον,
οὗ πιεῖν Δαυῒδ πρὶν ἐπεθύμησεν·
ἐκεῖ Παρθένος τεκοῦσα βρέφος,
τὴν δίψαν ἔπαυσεν εὐθύς, τὴν τοῦ Ἀδὰμ καὶ τοῦ Δαυΐδ·
διὰ τοῦτο, πρὸς τοῦτο ἐπειχθῶμεν, οὗ ἐτέχθη,
Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

Εὐφραίνεσθε δίκαιοι· οὐρανοὶ ἀγαλλιᾶσθε·
σκιρτήσατε τὰ ὄρη, Χριστοῦ γεννηθέντος·
Παρθένος καθέζεται, τὰ Χερουβὶμ μιμουμένη,
βαστάζουσα ἐν κόλποις,
Θεὸν Λόγον σαρκωθέντα.
Ποιμένες τὸν τεχθέντα δοξάζουσι.
Μάγοι τῷ Δεσπότῃ δῶρα προσφέρουσιν.
Ἄγγελοι ἀνυμνοῦντες λέγουσιν·
Ἀκατάληπτε Κύριε, δόξα σοι.

Ὁ Πατὴρ εὐδόκησεν· ὁ Λόγος σὰρξ ἐγένετο·
καὶ ἡ Παρθένος ἔτεκε, Θεὸν ἐνανθρωπήσαντα·
Ἀστὴρ μηνύει· Μάγοι προσκυνοῦσι·
Ποιμένες θαυμάζουσι· καὶ ἡ κτίσις ἀγάλλεται.

Θεοτόκε Παρθένε, ἡ τεκοῦσα τὸν Σωτῆρα,
ἀνέτρεψας τὴν πρώτην, κατάραν τῆς Εὔας·
ὅτι Μήτηρ γέγονας,
τῆς εὐδοκίας τοῦ Πατρός,
βαστάζουσα ἐν κόλποις, Θεὸν Λόγον σαρκωθέντα.
Οὐ φέρει τὸ μυστήριον ἔρευναν·
πίστει μόνῃ τοῦτο πάντες δοξάζομεν,
κράζοντες μετὰ σοῦ καὶ λέγοντες·
Ἀνερμήνευτε Κύριε, δόξα σοι.

Δεῦτε ἀνυμνήσωμεν, τὴν Μητέρα τοῦ Σωτῆρος,
τὴν μετὰ τόκον πάλιν, ὀφθεῖσαν Παρθένον·
Χαίροις Πόλις ἔμψυχε, τοῦ Βασιλέως καὶ Θεοῦ,
ἐν ᾗ Χριστὸς οἰκήσας, σωτηρίαν εἰργάσατο.
Μετὰ τοῦ Γαβριὴλ ἀνυμνοῦμέν σε,
μετὰ τῶν Ποιμένων δοξάζομεν κράζοντες·
Θεοτόκε πρέσβευε, τῷ ἐκ σοῦ σαρκωθέντι,
σωθῆναι ἡμᾶς.

Ὅτε καιρός, τῆς ἐπὶ γῆς παρουσίας σου,
πρώτη ἀπογραφή, τῇ οἰκουμένῃ ἐγένετο,
τότε ἔμελλες τῶν ἀνθρώπων, ἀπογράφεσθαι τὰ ὀνόματα,
τῶν πιστευόντων τῷ τόκῳ σου·
διὰ τοῦτο τὸ τοιοῦτον δόγμα, ὑπὸ Καίσαρος ἐξεφωνήθη·
τῆς γὰρ αἰωνίου σου βασιλείας, τὸ ἄναρχον ἐκαινουργήθη.
Διό σοι προσφέρομεν καὶ ἡμεῖς,
ὑπὲρ τὴν χρηματικὴν φορολογίαν,
ὀρθοδόξου πλουτισμὸν θεολογίας,
τῷ Θεῷ καὶ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.

Σήμερον ὁ Χριστός, ἐν Βηθλεὲμ γεννᾶται ἐκ Παρθένου.
Σήμερον ὁ ἄναρχος ἄρχεται, καὶ ὁ Λόγος σαρκοῦται.
Αἱ Δυνάμεις τῶν οὐρανῶν ἀγάλλονται,
καὶ ἡ γῆ σὺν τοῖς ἀνθρώποις εὐφραίνεται.
Οἱ Μάγοι τὰ δῶρα προσφέρουσιν·
οἱ Ποιμένες τὸ θαῦμα κηρύττουσιν·
ἡμεῖς δὲ ἀκαταπαύστως βοῶμεν·
Δόξα ἐν ὑψίστοις Θεῷ,
καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

 

nektar – 2fA





Share

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου