- Ἁγίου Γρηγορίου Παλαμᾶ
Εὐχή ἐξομολογητική εἰς
τήν ὑπεραγίαν Θεοτόκον
Παρθένε Δέσποινα Θεοτόκε, ἡ τὸν Θεὸν Λόγον κατὰ σάρκα γεννήσασα, οἶδα
μέν, οἶδα, ὅτι οὐκ ἔστιν εὐπρεπές, οὐδὲ ἄξιον ἐμὲ τὸν οὕτω πανάσωτον εἰκόνα
καθαρὰν σοῦ τῆς ἁγνῆς, σοῦ τῆς ἀειπαρθένου, σοῦ τῆς σῶμα καὶ ψυχὴν ἐχούσης
καθαρὰ καὶ ἀμόλυντα, ὀφθαλμοῖς μεμολυσμένοις ὁρᾶν καὶ χείλεσιν ἀκαθάρτοις καὶ
βεβήλοις περιπτύσσεσθαι ἢ παρακαλεῖν. Δίκαιον γάρ ἐστιν ἐμὲ τὸν οὕτω πανάσωτον ὑπὸ
τῆς σῆς καθαρότητος μισεῖσθαι καὶ βδελύττεσθαι· πλήν, ἐπειδήπερ διὰ τοῦτο
γέγονεν ὁ Θεός, ὃν ἐγέννησας, ἄνθρωπος, ὅπως καλέσῃ τοὺς ἁμαρτωλοὺς εἰς
μετάνοιαν, θαρρῶν κἀγὼ προσέρχομαί σοι μετὰ δακρύων δεόμενος.
Δέξαι μου τὴν παροῦσαν τῶν πολλῶν καὶ χαλεπῶν πταισμάτων ἐξομολόγησιν, καὶ προσάγαγε τῷ μονογενεῖ σου Υἱῷ καὶ Θεῷ, ἱκετηρίαν ποιοῦσα, ὅπως ἵλεως γένηται τῇ ἀθλίᾳ καὶ ταλαιπώρῳ μου ψυχῇ· διὰ γὰρ τὸ πλῆθος τῶν ἀνομιῶν μου κωλύομαι τοῦ πρὸς αὐτὸν ἀτενίσαι καὶ αἰτῆσαι συγχώρησιν. Διὰ τοῦτο σὲ προβάλλομαι πρέσβυν τε καὶ μεσῖτιν, διότι πολλῶν καὶ μεγάλων ἀπολαύσας δωρεῶν παρὰ τοῦ πλαστουργήσαντός με Θεοῦ, ἀμνήμων πάντων φανεὶς ὁ ἄθλιος καὶ ἀχάριστος, εἰκότως παρασυνεβλήθην τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθην αὐτοῖς· πτωχεύων ταῖς ἀρεταῖς, πλουτῶν τοῖς πάθεσιν, αἰσχύνης πεπληρωμένος, παρρησίας θείας ἐστερημένος, κατακρινόμενος ὑπὸ Θεοῦ, θρηνούμενος ὑπὸ Ἀγγέλων, γελώμενος ὑπὸ δαιμόνων, μισούμενος παρὰ ἀνθρώπων, ἐλεγχόμενος ὑπὸ τοῦ συνειδότος, ὑπὸ τῶν πονηρῶν μου πράξεων καταισχυνόμενος, καὶ πρὸ θανάτου νεκρὸς ὑπάρχων, καὶ πρὸ τῆς κρίσεως αὐτοκατάκριτος ὤν, καὶ πρὸ τῆς ἀτελευτήτου κολάσεως αὐτοτιμώρητος ὑπὸ τῆς ἀπογνώσεως τυγχάνων.
Διὸ δὴ εἰς τὴν σὴν καὶ μόνην καταφεύγω θερμοτάτην ἀντίληψιν, Δέσποινα Θεοτόκε, ὁ
τῶν μυρίων ὀφειλέτης ταλάντων ἐγώ, ὁ ἀσώτως δαπανήσας τὴν πατρικὴν οὐσίαν μετὰ
πορνῶν, ὁ πορνεύσας ὑπὲρ τὴν πόρνην, ὁ παρανομήσας ὑπὲρ τὸν Μανασσῆν, ὁ ὑπὲρ τὸν
πλούσιον ἄσπλαγχνος γεγονώς, ὁ λαιμαργιῶν δοῦλος, τὸ τῶν πονηρῶν λογισμῶν δοχεῖον,
ὁ τῶν αἰσχρῶν καὶ ῥυπαρῶν λόγων θησαυροφύλαξ, ὁ πάσης ἀκαθαρσίας ἔμπλεως καὶ
πάσης ἀγαθῆς ἐργασίας ἀλλότριος.
Ἐλέησόν μου τὴν ταπείνωσιν, οἰκτείρησόν μου τὴν ἀσθένειαν.
Μεγάλην ἔχεις πρὸς τὸν ἐκ σοῦ
τεχθέντα τὴν παρρησίαν, ὡς
οὐδεὶς ἕτερος.
Πάντα δύνασαι, ὡς Θεοῦ Μήτηρ. Πάντα ἰσχύεις, ὡς πάντων ὑπερέχουσα
κτισμάτων.
Οὐδέν σοι ἀδυνατεῖ, ἐὰν θελήσῃς μόνον.
Μὴ τὰ δάκρυά μου παρίδῃς· μὴ
βδελύξῃ μου τὸν
στεναγμόν· μὴ ἀπώσῃ μου τὸν ἐγκάρδιον πόνον· μὴ καταισχύνῃς μου τὴν εἰς
σὲ προσδοκίαν· ἀλλὰ ταῖς μητρικαῖς σου
δεήσεσι τὴν τοῦ
ἀγαθοῦ Υἱοῦ καὶ
Θεοῦ σου ἀβίαστον βιασαμένη εὐσπλαγχνίαν, ἀξίωσόν με
τὸν ταλαίπωρον καὶ
ἀνάξιον δοῦλόν σου
τὸ πρῶτον καὶ
ἀρχαῖον ἐπαναλαβεῖν κάλλος τῆς ψυχῆς, τὴν τῶν παθῶν ἀμορφίαν ἀποβαλεῖν, ἐλευθερωθῆναι ἀπὸ
τῆς ἁμαρτίας, δουλωθῆναι τῇ
δικαιοσύνῃ, ἐκδύσασθαι τὸν
μιασμὸν τῆς σαρκικῆς ἡδονῆς, ἐνδύσασθαι τὸν
ἁγιασμὸν τῆς ψυχικῆς καθαρότητος, νεκρωθῆναι τῷ
κόσμῳ, ζῆσαι τῇ
ἀρετῇ· ὁδοιποροῦντί μοι
συνοδεύουσα, ἐν θαλάσσῃ πλέοντι συμπλέουσα, ἀεὶ πολεμοῦντάς με δαίμονας νικῶσα, ἀγρυπνοῦντά με
ἐνισχύουσα, ὑπνοῦντα διαφυλάττουσα, θλιβόμενον παραμυθουμένη, ὀλιγοψυχοῦντα παρακαλοῦσα, ἀσθενοῦντα ῥωννύουσα, ἀδικούμενον ῥυομένη, συκοφαντούμενον ἀθωοῦσα, εἰς θάνατον κινδυνεύοντα συντόμως προφθάνουσα, φοβερόν με ὁρατοῖς ἐχθροῖς καὶ ἀοράτοις δεικνύουσα καθ᾿ ἑκάστην, ἵνα γνώσωσι πάντες οἱ
ἀδίκως τυραννοῦντές με
δαίμονες τίνος δοῦλος ὑπάρχω. ….
nektar – 2fA
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου