ΧΡΙΣΤΟΣ ΑΝΕΣΤΗ
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας
καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
Ἀνάστασιν Χριστοῦ
θεασάμενοι,
προσκυνήσωμεν ἅγιον, Κύριον,
Ἰησοῦν τὸν μόνον ἀναμάρτητον.
Τὸν Σταυρόν σου Χριστὲ προσκυνοῦμεν
καὶ τὴν ἁγίαν σου Ἀνάστασιν
ὑμνοῦμεν καὶ δοξάζομεν·
σὺ γὰρ εἶ Θεὸς ἡμῶν,
ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν,
τὸ ὄνομά σου ὀνομάζομεν.
Δεῦτε πάντες οἱ πιστοί,
προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν·
ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ
χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ.
Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον,
ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ·
Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς,
θανάτῳ θάνατον ὤλεσεν.

Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ
τοῦ τάφου καθὼς προεῖπεν,
ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Κατηχητικός Λόγος Αγίου Ιωάννου του Χρυσοστόμου
Εἴ τις εὐσεβής καί φιλόθεος, ἀπολαυέτω τῆς καλῆς ταύτης καί λαμπρᾶς πανηγύρεως.
Εἴ τις εὐγνώμων, εἰσελθέτω χαίρων εἰς τήν χαράν τοῦ Κυρίου αὐτοῦ.
Εἴ τις ἔκαμε νηστεύων, ἀπολαυέτω νῦν τό δηνάριον.
Εἴ τις ἀπό τῆς πρώτης ὥρας εἰργάσατο, δεχέσθω σήμερον τό δίκαιον ὄφλημα.
Εἴ τις μετά τήν τρίτην ἦλθεν, εὐχαρίστως ἑορτασάτω.
Εἴ τις μετά τήν ἕκτην ἔφθασε, μηδέν ἀμφιβαλλέτω· καί γάρ οὐδέν ζημειοῦται.
Εἴ τις ὑστέρησεν εἰς τήν ἐνάτην, προσελθέτω, μηδέν ἐνδοιάζων.
Εἴ τις εἰς μόνην ἔφθασε τήν ἐνδεκάτην, μή φοβηθῆ τήν
βραδύτητα· φιλότιμος γάρ ὤν ὁ Δεσπότης, δέχεται τόν ἔσχατον καθάπερ καί τόν πρῶτον·
ἀναπαύει τόν τῆς ἐνδεκάτης, ὡς τόν ἐργασάμενον ἀπό τῆς πρώτης· καί τόν ὕστερον ἐλεεῖ
καί τόν πρῶτον θεραπεύει· κακείνω δίδωσι καί τούτω χαρίζεται· καί τά ἔργα
δέχεται καί τήν γνώμην ἀσπάζεται· καί τήν πρᾶξιν τιμᾶ καί τήν πρόθεσιν ἐπαινεῖ.
Οὐκοῦν εἰσέλθετε πάντες εἰς τήν χαράν τοῦ Κυρίου ὑμῶν· καί πρῶτοι καί δεύτεροι τόν μισθόν ἀπολαύετε.
Πλούσιοι καί πένητες μετ’ ἀλλήλων χορεύσατε· ἐγκρατεῖς καί ράθυμοι τήν ἡμέραν τιμήσατε· νηστεύσαντες καί μή νηστεύσαντες, εὐφράνθητε σήμερον.

Ἡ τράπεζα γέμει, τρυφήσατε πάντες.
Ὁ μόσχος πολύς, μηδείς ἐξέλθη πεινῶν.
Πάντες ἀπολαύσατε τοῦ συμποσίου τῆς πίστεως· πάντες ἀπολαύσατε τοῦ πλούτου τῆς χρηστότητος.
Ὁ μόσχος πολύς, μηδείς ἐξέλθη πεινῶν.
Πάντες ἀπολαύσατε τοῦ συμποσίου τῆς πίστεως· πάντες ἀπολαύσατε τοῦ πλούτου τῆς χρηστότητος.
Μηδείς θρηνείτω πενίαν· ἐφάνη γάρ ἡ κοινή Βασιλεία.
Μηδείς ὀδυρέσθω πταίσματα· συγνώμη γάρ ἐκ τοῦ τάφου ἀνέτειλε.
Μηδείς φοβείσθω θάνατον· ἠλευθέρωσε γάρ ἡμᾶς ὁ τοῦ Σωτῆρος θάνατος.
Μηδείς ὀδυρέσθω πταίσματα· συγνώμη γάρ ἐκ τοῦ τάφου ἀνέτειλε.
Μηδείς φοβείσθω θάνατον· ἠλευθέρωσε γάρ ἡμᾶς ὁ τοῦ Σωτῆρος θάνατος.
Ἔσβεσεν αὐτόν, ὑπ’ αὐτοῦ κατεχόμενος.
Ἐσκύλευσε τόν ἅδην ὁ κατελθών εἰς τόν ἅδην.
Ἐπίκρανεν αὐτόν, γευσάμενον τῆς σαρκός αὐτοῦ.
Καί τοῦτο προλαβών Ἠσαϊας ἐβόησεν· ὁ ἅδης φησίν, ἐπικράνθη, συναντήσας σοι κάτω.
Ἐσκύλευσε τόν ἅδην ὁ κατελθών εἰς τόν ἅδην.
Ἐπίκρανεν αὐτόν, γευσάμενον τῆς σαρκός αὐτοῦ.
Καί τοῦτο προλαβών Ἠσαϊας ἐβόησεν· ὁ ἅδης φησίν, ἐπικράνθη, συναντήσας σοι κάτω.
Ἐπικράνθη· καί γάρ κατηργήθη.
Ἐπικράνθη· καί γάρ ἐνεπαίχθη.
Ἐπικράνθη· καί γάρ ἐνεκρώθη
Ἐπικράνθη· καί γάρ καθηρέθη.
Ἐπικράνθη· καί γάρ ἐδεσμεύθη.
Ἐπικράνθη· καί γάρ ἐνεπαίχθη.
Ἐπικράνθη· καί γάρ ἐνεκρώθη
Ἐπικράνθη· καί γάρ καθηρέθη.
Ἐπικράνθη· καί γάρ ἐδεσμεύθη.
Ἔλαβε σῶμα καί Θεῶ περιέτυχεν.
Ἔλαβε γῆν καί συνήντησεν οὐρανῶ.
Ἔλαβεν ὅπερ ἔβλεπε καί πέπτωκεν ὅθεν οὐκ ἔβλεπε.
Ἔλαβε γῆν καί συνήντησεν οὐρανῶ.
Ἔλαβεν ὅπερ ἔβλεπε καί πέπτωκεν ὅθεν οὐκ ἔβλεπε.
Ποῦ σου, θάνατε, τό κέντρον;
Ποῦ σου, ἅδη, τό νῖκος;
Ποῦ σου, ἅδη, τό νῖκος;
Ἀνέστη Χριστός καί σύ καταβέβλησαι.
Ἀνέστη Χριστός καί πεπτώκασι δαίμονες.
Ἀνέστη Χριστός καί χαίρουσιν ἄγγελοι.
Ἀνέστη Χριστός, καί ζωή πολιτεύεται.
Ἀνέστη Χριστός καί νεκρός οὐδείς ἐπί μνήματος.
Ἀνέστη Χριστός καί πεπτώκασι δαίμονες.
Ἀνέστη Χριστός καί χαίρουσιν ἄγγελοι.
Ἀνέστη Χριστός, καί ζωή πολιτεύεται.
Ἀνέστη Χριστός καί νεκρός οὐδείς ἐπί μνήματος.
Χριστός γάρ ἐγερθείς ἐκ νεκρῶν, ἀπαρχή τῶν κεκοιμημένων ἐγένετο.
Αὐτῶ ἡ δόξα καί τό κράτος εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Αὐτῶ ἡ δόξα καί τό κράτος εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
2φΑ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου