Παρασκευή 24 Δεκεμβρίου 2021

"Παιδίον νέον, ὁ πρό αἰώνων Θεός "

 


Tοῦ ταπεινοῦ Ῥωμανοῦ ὕμνος
Μηνί δεκεμβρίῳ κε´, Kοντάκιον τῆς Χριστοῦ γεννήσεως,
ἦχος γ´, φέρον ἀκροστιχίδα·

[Ἀπό τό βιβλίο: Ῥωμανοῦ Μελῳδοῦ «Ὕμνοι»
ἀπόδοση στά νέα ἑλληνικά, Ἀρχιμανδρίτου Ἀνανία Κουστένη
Τόμος Πρῶτος, β´ ἔκδοση, Ἐκδόσεις Χ. Μπούρα]






Προοίμιον

παρθένος σήμερον - τὸν ὑπερούσιον τίκτει,
καὶ ἡ γῆ τὸ σπήλαιον - τῷ ἀπροσίτῳ προσάγει·
ἄγγελοι μετὰ ποιμένων - δοξολογοῦσι,
μάγοι δὲ μετὰ ἀστέρος - ὁδοιποροῦσι·
δι᾿ ἡμᾶς γὰρ - ἐγεννήθη
παιδίον νέον, - ὁ πρὸ αἰώνων Θεός.

Οἶκοι

Τὴν Ἐδὲμ Βηθλεὲμ - ἤνοιξε, δεῦτε ἴδωμεν·
τὴν τρυφὴν ἐν κρυφῇ - ηὕραμεν, δεῦτε λάβωμεν
τὰ τοῦ παραδείσου - ἐντὸς τοῦ σπηλαίου·
ἐκεῖ ἐφάνη - ῥίζα ἀπότιστος - βλαστάνουσα ἄφεσιν,
ἐκεῖ ηὑρέθη - φρέαρ ἀνόρυκτον,
οὗ πιεῖν Δαυὶδ - πρὶν ἐπεθύμησεν·
ἐκεῖ παρθένος - τεκοῦσα βρέφος
τὴν δίψαν ἔπαυσεν εὐθὺς - τὴν τοῦ Ἀδὰμ καὶ τοῦ Δαυίδ·
διὰ τοῦτο πρὸς τοῦτο - ἐπειχθῶμεν ποῦ ἐτέχθη
παιδίον νέον, - ὁ πρὸ αἰώνων Θεός.

Ὁ πατὴρ τῆς μητρὸς - γνώμῃ υἱὸς ἐγένετο,
ὁ σωτὴρ τῶν βρεφῶν - βρέφος ἐν φάτνῃ ἔκειτο·
ὃν κατανοοῦσα - φησὶν ἡ τεκοῦσα·
«
Εἰπέ μοι, τέκνον, - πῶς ἐνεσπάρης μοι - ἢ πῶς ἐνεφύης μοι·
ὁρῶ σε, σπλάγχνον, - καὶ καταπλήττομαι,
ὅτι γαλουχῶ - καὶ οὐ νενύμφευμαι·
καὶ σὲ μὲν βλέπω - μετὰ σπαργάνων,
τὴν παρθενίαν δὲ ἀκμὴν - ἐσφραγισμένην θεωρῶ·
σὺ γὰρ ταύτην φυλάξας - ἐγεννήθης εὐδοκήσας
παιδίον νέον, - ὁ πρὸ αἰώνων Θεός.

Ὑψηλὲ βασιλεῦ, - τί σοι καὶ τοῖς πτωχεύσασι;
Ποιητὰ οὐρανοῦ, - τί πρὸς γηΐνους ἤλυθας;
Σπηλαίου ἠράσθης - ἢ φάτνῃ ἐτέρφθης;
Ἰδοὺ οὐκ ἔστι - τόπος τῇ δούλῃ σου - ἐν τῷ καταλύματι·
οὐ λέγω τόπον, - ἀλλ᾿ οὐδὲ σπήλαιον,
ὅτι καὶ αὐτὸ - τοῦτο ἀλλότριον·
καὶ τῇ μὲν Σάῤῥᾳ - τεκούσῃ βρέφος
ἐδόθη κλῆρος γῆς πολλῆς, - ἐμοὶ δὲ οὐδὲ φωλεός·
ἐχρησάμην τὸ ἄντρον - ὃ κατῴκησας βουλήσει,
παιδίον νέον, - ὁ πρὸ αἰώνων Θεός.»

Τὰ τοιαῦτα ῥητὰ - ἐν ἀποῤῥήτῳ λέγουσα
καὶ τὸν τῶν ἀφανῶν - γνώστην καθικετεύουσα,
ἀκούει τῶν μάγων - τὸ βρέφος ζητούντων·
εὐθὺς δὲ τούτοις· - «Τίνες ὑπάρχετε;» - ἡ κόρη ἐβόησεν·
οἱ δὲ πρὸς ταύτην· - «Σὺ γὰρ τίς πέφυκας,
ὅτι τὸν τοιοῦτον ἀπεκύησας;
Τίς ὁ πατήρ σου, - τίς ἡ τεκοῦσα,
ὅτι ἀπάτορος υἱοῦ - ἐγένου μήτηρ καὶ τροφός;
Οὗ τὸ ἄστρον ἰδόντες - συνήκαμεν ὅτι ὤφθη
παιδίον νέον, - ὁ πρὸ αἰώνων Θεός.

Ἀκριβῶς γὰρ ἡμῖν - ὁ Βαλαὰμ παρέθετο
τῶν ῥημάτων τὸν νοῦν - ὧνπερ προεμαντεύσατο,
εἰπὼν ὅτι μέλλει - ἀστὴρ ἀνατέλλειν,
ἀστὴρ σβεννύων - πάντα μαντεύματα - καὶ τὰ οἰωνίσματα·
ἀστὴρ ἐκλύων - παραβολὰς σοφῶν,
ῥήσεις τε αὐτῶν - καὶ τὰ αἰνίγματα·
ἀστὴρ ἀστέρος - τοῦ φαινομένου
ὑπερφαιδρότερος πολύ, - ὡς πάντων ἄστρων ποιητής,
περὶ οὗ προεγράφη· - ἐξ Ἰακὼβ ἀνατέλλει
παιδίον νέον, - ὁ πρὸ αἰώνων Θεός.»

Παραδόξων ῥητῶν - ἡ Μαριὰμ ὡς ἤκουσε,
τῷ ἐκ σπλάγχνων αὐτῆς - κύψασα προσεκύνησε
καὶ κλαίουσα εἶπε· - «Μεγάλα μοι, τέκνον,
μεγάλα πάντα - ὅσα ἐποίησας - μετὰ τῆς πτωχείας μου·
ἰδοὺ γὰρ μάγοι - ἔξω ζητοῦσί σε·
τῶν ἀνατολῶν - οἱ βασιλεύοντες
τὸ πρόσωπόν σου - ἐπιζητοῦσι,
καὶ λιτανεύουσιν ἰδεῖν - οἱ πλούσιοι τοῦ σοῦ λαοῦ·
ὁ λαός σου γὰρ ὄντως - εἰσὶν οὗτοι οἷς ἐγνώσθης,
παιδίον νέον, - ὁ πρὸ αἰώνων Θεός.

Ἐπειδὴ οὖν λαὸς - σός ἐστι, τέκνον, κέλευσον
ὑπὸ σκέπην τὴν σὴν - γένωνται, ἵνα ἴδωσι
πενίαν πλουσίαν, - πτωχείαν τιμίαν·
αὐτόν σε δόξαν - ἔχω καὶ καύχημα· - διὸ οὐκ αἰσχύνομαι·
αὐτὸς εἶ χάρις - καὶ ἡ εὐπρέπεια
τῆς σκηνῆς κἀμοῦ· - νεῦσον εἰσέλθωσιν·
οὐδέν μοι μέλει - τῆς εὐτελείας·
ὡς θησαυρὸν γὰρ σὲ κρατῶ, - ὃν βασιλεῖς ἦλθον ἰδεῖν,
βασιλέων καὶ μάγων - ἐγνωκότων ὅτι ὤφθης,
παιδίον νέον, - ὁ πρὸ αἰώνων Θεός.»

Ἰησοῦς ὁ Χριστὸς - ὄντως τε καὶ Θεὸς ἡμῶν
τῶν φρενῶν ἀφανῶς - ἥψατο τῆς μητρὸς αὐτοῦ,
«Εἰσάγαγε, λέγων, - οὓς ἤγαγον λόγῳ·
ἐμὸς γὰρ λόγος - οὗτος ὃς ἔλαμψε - τοῖς ἐπιζητοῦσί με·
ἀστὴρ μέν ἐστιν - πρὸς τὸ φαινόμενον,
δύναμις δέ τις - πρὸς τὸ νοούμενον·
συνῆλθε μάγοις - ὡς λειτουργῶν μοι,
καὶ ἔτι ἵσταται πληρῶν - τὴν διακονίαν αὐτοῦ
καὶ ἀκτῖσι δεικνύων - τὸν τόπον ὅπου ἐτέχθη
παιδίον νέον, - ὁ πρὸ αἰώνων Θεός.

Νῦν οὖν δέξαι, σεμνή, - δέξαι τοὺς δεξαμένους με·
ἐν αὐτοῖς γὰρ εἰμὶ - ὥσπερ ἐν ταῖς ἀγκάλαις σου·
καὶ σοῦ οὐκ ἀπέστην - κἀκείνοις συνῆλθον.»
Ἡ δὲ ἀνοίγει - θύραν καὶ δέχεται - τῶν μάγων τὸ σύστημα·
ἀνοίγει θύραν - ἡ ἀπαράνοικτος
πύλη, ἣν Χριστὸς - μόνος διώδευσεν·
ἀνοίγει θύραν - ἡ ἀνοιχθεῖσα
καὶ μὴ κλαπεῖσα μηδαμῶς - τὸν τῆς ἁγνείας θησαυρόν·
αὐτὴ ἤνοιξε θύραν, - ἀφ᾿ ἧς ἐγεννήθη θύρα,
παιδίον νέον, - ὁ πρὸ αἰώνων Θεός.

Οἱ δὲ μάγοι εὐθὺς - ὥρμησαν εἰς τὸν θάλαμον,
καὶ ἰδόντες Χριστὸν - ἔφριξαν, ὅτι εἴδοσαν
τὴν τούτου μητέρα, - τὸν ταύτης μνηστῆρα,
καὶ φόβῳ εἶπον· - «Οὗτος υἱός ἐστιν - ἀγενεαλόγητος;
Καὶ πῶς, παρθένε, - τὸν μνηστευσάμενον
βλέπομεν ἀκμὴν - ἔνδον τοῦ οἴκου σου;
Οὐκ ἔσχε μῶμον - ἡ κύησις σου·
μὴ ἡ κατοίκησις ψεχθῇ - συνόντος σοι τοῦ Ἰωσήφ·
πλῆθος ἔχεις φθονούντων - ἐρευνώντων ποῦ ἐτέχθη
παιδίον νέον, - ὁ πρὸ αἰώνων Θεός.

—Ὑπομνήσω ὑμᾶς, - μάγοις Μαρία ἔφησε,
τίνος χάριν κρατῶ - τὸν Ἰωσὴφ ἐν οἴκῳ μου·
εἰς ἔλεγχον πάντων - τῶν καταλαλούντων·
αὐτὸς γὰρ λέξει - ἅπερ ἀκήκοε - περὶ τοῦ παιδίου μου·
ὑπνῶν γὰρ εἶδεν - ἄγγελον ἅγιον
λέγοντα αὐτῷ - πόθεν συνέλαβον·
πυρίνη θέα - τὸν ἀκανθώδη
ἐπληροφόρησε νυκτὸς - περὶ τῶν λυπούντων αὐτόν·
δι᾿ αὐτὸ σύνεστί μοι - Ἰωσὴφ δηλῶν ὡς ἔστι
παιδίον νέον - ὁ πρὸ αἰώνων Θεός.

Ῥητορεύει σαφῶς - ἅπαντα ἅπερ ἤκουσεν·
ἀπαγγέλλει τρανῶς - ὅσα αὐτὸς ἑώρακεν
ἐν τοῖς οὐρανίοις - καὶ τοῖς ἐπιγείοις·
τὰ τῶν ποιμένων, - πῶς συνανύμνησαν - πηλίνοις οἱ πύρινοι·
ὑμῶν τῶν μάγων, - ὅτι προέδραμεν
ἄστρον φωταυγοῦν - καὶ ὁδηγοῦν ὑμᾶς·
διὸ ἀφέντες - τὰ προῤῥηθέντα,
ἐκδιηγήσασθε ἡμῖν - τὰ νῦν γενόμενα ὑμῖν,
πόθεν ἥκατε, πῶς δὲ - συνήκατε ὅτι ὤφθη
παιδίον νέον, - ὁ πρὸ αἰώνων Θεός.»

Ὡς δὲ ταῦτα αὐτοῖς - ἡ φαεινὴ ἐλάλησεν,
οἱ τῆς ἀνατολῆς - λύχνοι πρὸς ταύτην ἔφησαν·
«Μαθεῖν θέλεις πόθεν - ἠλύθαμεν ὧδε;
Ἐκ γῆς Χαλδαίων, - ὅθεν οὐ λέγουσι· - θεὸς θεῶν κύριος,
ἐκ Βαβυλῶνος, - ὅπου οὐκ οἴδασιν
τίς ὁ ποιητὴς - τούτων ὧν σέβουσιν·
ἐκεῖθεν ἦλθε - καὶ ἦρεν ἡμᾶς
ὁ τοῦ παιδίου σου σπινθὴρ - ἐκ τοῦ πυρὸς τοῦ περσικοῦ·
πῦρ παμφάγον λιπόντες, - πῦρ δροσίζον θεωροῦμεν,
παιδίον νέον, - τὸν πρὸ αἰώνων Θεόν.

Ματαιότης ἐστὶ - ματαιοτήτων ἅπαντα,
ἀλλ᾿ οὐδεὶς ἐν ἡμῖν - ταῦτα φρονῶν εὑρίσκεται·
οἱ μὲν γὰρ πλανῶσιν, - οἱ δὲ καὶ πλανῶνται·
διό, παρθένε, - χάρις τῷ τόκῳ σου - δι᾿ οὗ ἐλυτρώθημεν
οὐ μόνον πλάνης, - ἀλλὰ καὶ θλίψεως
τῶν χωρῶν πασῶν - ὧνπερ διήλθομεν,
ἐθνῶν ἀσήμων, - γλωσσῶν ἀγνώστων,
περιερχόμενοι τὴν γῆν - καὶ ἐξερευνῶντες αὐτὴν
μετὰ λύχνου τοῦ ἄστρου, - ἐκζητοῦντες ποῦ ἐτέχθη
παιδίον νέον, - ὁ πρὸ αἰώνων Θεός.

Ἀλλ᾿ ὡς ἔτι αὐτὸν - τοῦτον τὸν λύχνον εἴχομεν,
τὴν Ἰερουσαλὴμ - πᾶσαν περιωδεύσαμεν,
πληροῦντες εἰκότως - τὰ τῆς προφητείας·
ἠκούσαμεν γὰρ - ὅτι ἠπείλησε - Θεὸς ἐρευνᾶν αὐτήν·
καὶ μετὰ λύχνου - περιηρχόμεθα,
θέλοντες εὑρεῖν - μέγα δικαίωμα·
ἀλλ᾿ οὐχ εὑρέθη, - ὅτι ἐπήρθη
ἡ κιβωτὸς αὐτῆς μεθ᾿ ὧν - συνεῖχε πρότερον καλῶν·
τὰ ἀρχαῖα παρῆλθεν, - ἀνεκαίνισε γὰρ πάντα
παιδίον νέον, - ὁ πρὸ αἰώνων Θεός.

—Ναί, φησί, τοῖς πιστοῖς - μάγοις Μαρία ἔφησε,
τὴν Ἰερουσαλὴμ - πᾶσαν περιωδεύσατε,
τὴν πόλιν ἐκείνην - τὴν προφητοκτόνον;
Καὶ πῶς ἀλύπως - ταύτην διήλθετε - τὴν πᾶσι βασκαίνουσαν;
Ἡρώδην πάλιν - πῶς διελάθετε
τὸν ἀντὶ θεσμῶν - φόνων ἐμπνέοντα;»
Οἱ δὲ πρὸς ταύτην - φησί· «Παρθένε,
οὐ διελάθομεν αὐτόν, - ἀλλ᾿ ἐνεπαίξαμεν αὐτῷ·
συνετύχομεν πᾶσιν - ἐρωτῶντες ποῦ ἐτέχθη
παιδίον νέον, - ὁ πρὸ αἰώνων Θεός.»

Ὅτε ταῦτα αὐτῶν - ἡ Θεοτόκος ἤκουσεν,
τότε εἶπεν αὐτοῖς· - «Τί ὑμᾶς ἐπηρώτησεν
Ἡρώδης ὁ ἄναξ - καὶ οἱ Φαρισαῖοι;
—Ἡρώδης πρῶτον, - εἶτα, ὡς ἔφησας, - οἱ πρῶτοι τοῦ ἔθνους σου
τὸν χρόνον τούτου - τοῦ φαινομένου νῦν
ἄστρου παρ᾿ ἡμῶν - ἐξηκριβώσαντο·
καὶ ἐπιγνόντες - ὡς μὴ μαθόντες
οὐκ ἐπεθύμησαν ἰδεῖν - ὃν ἐξηρεύνησαν μαθεῖν,
ὅτι τοῖς ἐρευνῶσιν - ὀφείλει θεωρηθῆναι
παιδίον νέον, - ὁ πρὸ αἰώνων Θεός.

Ὑπενόουν ἡμᾶς - ἄφρονας οἱ ἀνόητοι
καὶ ἠρώτων, φησί· - Πόθεν καὶ πότε ἥκατε;
πῶς μὴ φαινομένας - ὡδεύσατε τρίβους;
Ἡμεῖς δὲ τούτοις - ὅπερ ἠπίσταντο - ἀντεπηρωτήσαμεν·
Ὑμεῖς τὸ πάρος - πῶς διωδεύσατε
ἔρημον πολλὴν - ἥνπερ διήλθετε;
Ὁ ὁδηγήσας - τοὺς ἀπ᾿ Αἰγύπτου
αὐτὸς ὡδήγησε καὶ νῦν - τοὺς ἐκ Χαλδαίων πρὸς αὐτόν,
τότε στύλῳ πυρίνῳ, - νῦν δὲ ἀστέρι δηλοῦντι
παιδίον νέον, - τὸν πρὸ αἰώνων Θεόν.

[Ὁ ἀστὴρ πανταχοῦ - ἦν ἡμῶν προηγούμενος
ὡς ὑμῖν ὁ Μωσῆς - ῥάβδον ἐπιφερόμενος,
τὸ φῶς περιλάμπων - τῆς θεογνωσίας·
ὑμᾶς τὸ μάννα - πάλαι διέθρεψε - καὶ πέτρα ἐπότισεν·
ἡμᾶς ἐλπὶς ἡ - τούτου ἐνέπλησε·
τῇ τούτου χαρᾷ - διατρεφόμενοι,
οὐκ ἐν Περσίδι - ἀναποδίσαι
διὰ τὸν ἄβατον ὁδὸν - ὁδεύειν ἔσχομεν ἐν νῷ,
θεωρῆσαι ποθοῦντες, - προσκυνῆσαι καὶ δοξάσαι
παιδίον νέον, - τὸν πρὸ αἰώνων Θεόν.«]

Ὑπὸ τῶν ἀπλανῶν - μάγων ταῦτα ἐλέγετο·
ὑπὸ δὲ τῆς σεμνῆς - πάντα ἐπεσφραγίζετο,
κυροῦντος τοῦ βρέφους - τὰ τῶν ἀμφοτέρων,
τῆς μὲν ποιοῦντος - μετὰ τὴν κύησιν - τὴν μήτραν ἀμίαντον,
τῶν δὲ δεικνύντος - μετὰ τὴν ἔλευσιν
ἄμοχθον τὸν νοῦν - ὥσπερ τὰ βήματα·
οὐδεὶς γὰρ τούτων - ὑπέστη κόπον,
ὡς οὐκ ἐμόχθησεν ἐλθὼν - ὁ Ἀμβακοὺμ πρὸς Δανιήλ·
ὁ φανεὶς γὰρ προφήταις - ὁ αὐτὸς ἐφάνη μάγοις
παιδίον νέον, - ὁ πρὸ αἰώνων Θεός.

Μετὰ ταῦτα αὐτῶν - πάντα τὰ διηγήματα,
δῶρα ἦραν χερσὶν - μάγοι καὶ προσεκύνησαν
τῷ δώρῳ τῶν δώρων, - τῷ μύρῳ τῶν μύρων·
χρυσὸν καὶ σμύρναν - εἶτα καὶ λίβανον - Χριστῷ προσεκόμισαν,
βοῶντες· «Δέξαι - δώρημα τρίϋλον,
ὡς τῶν Σεραφὶμ - ὕμνον τρισάγιον·
μὴ ἀποστρέψῃς - ὡς τὰ τοῦ Κάϊν,
ἀλλ᾿ ἐναγκάλισαι αὐτὰ - ὡς τὴν τοῦ Ἄβελ προσφοράν,
διὰ τῆς σε τεκούσης, - δι᾿ ἧς ἡμῖν ἐγεννήθης,
παιδίον νέον, - ὁ πρὸ αἰώνων Θεός.»

Νέα νῦν καὶ φαιδρὰ - βλέπουσα ἡ ἀμώμητος
μάγους δῶρα χερσὶ - φέροντας καὶ προσπίπτοντας,
ἀστέρα δηλοῦντα, - ποιμένας ὑμνοῦντας,
τὸν πάντων τούτων - κτίστην καὶ κύριον - ἱκέτευε λέγουσα·
«Τριάδα δώρων, - τέκνον, δεξάμενος,
τρεῖς αἰτήσεις δὸς - τῇ γεννησάσῃ σε·
ὑπὲρ ἀέρων - παρακαλῶ σε
καὶ ὑπὲρ τῶν καρπῶν τῆς γῆς - καὶ τῶν οἰκούντων ἐν αὐτῇ·
διαλλάγηθι πᾶσι, - δι᾿ ἐμοῦ ὅτι ἐτέχθης,
παιδίον νέον, - ὁ πρὸ αἰώνων Θεός.

Οὐχ ἁπλῶς γάρ εἰμι - μήτηρ σου, σῶτερ εὔσπλαγχνε·
οὐκ εἰκῇ γαλουχῶ - τὸν χορηγὸν τοῦ γάλακτος,
ἀλλὰ ὑπὲρ πάντων - ἐγὼ δυσωπῶ σε·
ἐποίησάς με - ὅλου τοῦ γένους μου - καὶ στόμα καὶ καύχημα·
ἐμὲ γὰρ ἔχει - ἡ οἰκουμένη σου
σκέπην κραταιάν, - τεῖχος καὶ στήριγμα·
ἐμὲ ὁρῶσιν - οἱ ἐκβληθέντες
τοῦ παραδείσου τῆς τρυφῆς, - ὅτι ἐπιστρέφω αὐτούς·
λάβῃ αἴσθησιν πάντα - δι᾿ ἐμοῦ ὅτι ἐτέχθης,
παιδίον νέον, - ὁ πρὸ αἰώνων Θεός.

Σῶσον κόσμον, σωτήρ· - τούτου γὰρ χάριν ἤλυθας·
στῆσον πάντα τὰ σά· - τούτου γὰρ χάριν ἔλαμψας
ἐμοὶ καὶ τοῖς μάγοις - καὶ πάσῃ τῇ κτίσει·
ἰδοὺ γὰρ μάγοι - οἷς ἐνεφάνισας - τὸ φῶς τοῦ προσώπου σου,
προσπίπτοντές σοι - δῶρα προσφέρουσι
χρήσιμα, καλά, - λίαν ζητούμενα·
αὐτῶν γὰρ χρῄζω, - ἐπειδὴ μέλλω
ἐπὶ τὴν Αἴγυπτον μολεῖν - καὶ φεύγειν σὺν σοὶ διὰ σέ,
ὁδηγέ μου, υἱέ μου, - ποιητά μου, πλουτιστά μου,
παιδίον νέον, - ὁ πρὸ αἰώνων Θεός.»

 

nektar – 2fA

                                            




Share

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου