Ο ΑΓΙΟΣ ΓΕΩΡΓΙΟΣ
"Ὡς γενναῖον ἐν Μάρτυσιν, ἀθλοφόρε Γεώργιε,
συνελθόντες σήμερον, εὐφημοῦμέν σε,
ὅτι τὸν δρόμον τετέλεκας, τὴν πίστιν τετήρηκας,
καὶ ἐδέξω ἐκ Θεοῦ, τὸν τῆς νίκης σου στέφανον,
ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι,
τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

Ὡς ἀστέρα πολύφωτον, ὥσπερ ἥλιον λάμποντα ἐν τῷ στερεώματι,
σὲ γινώσκομεν.
Ὡς μαργαρίτην πολύτιμον, ὡς λίθον αὐγάζοντα, ὡς ἡμέρας σε υἱόν,
ὡς γενναῖον ἐν Μάρτυσιν, ὡς ὑπέρμαχον τῶν πιστῶν ἐν κινδύνοις
εὐφημοῦμεν,
ἐκτελοῦντές σου τὴν μνήμην, τροπαιοφόρε Γεώργιε.

Ἐν θαλάσσῃ με
πλέοντα, ἐν ὁδῷ
με βαδίζοντα,
ἐν νυκτὶ καθεύδοντα περιφρούρησον,
ἐπαγρυπνοῦντα διάσωσον, παμμάκαρ Γεώργιε,
καὶ ἀξίωσον ποιεῖν, τοῦ Κυρίου τὸ θέλημα,
ὅπως εὕροιμι, ἐν ἡμέρᾳ τῆς δίκης τῶν ἐν βίῳ,
πεπραγμένων μοι τὴν λύσιν, ὁ προσδραμὼν ἐν τῇ σκέπῃ σου. "

fb –[2fA]
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου