Όσιος Εφραίμ ο Σύρος - Περί
αγάπης
Καλῶς εἶπεν ὁ Κύριος ὅτι τὸ φορτίον μου ἐστιν ἐλαφρόν.
Ποῖον γὰρ βάρος ἢ ποῖος κόπος ἐστὶ τὸ ἀφεῖναι τῷ ἀδελφῷ τὰ παραπτώματα, ἐλαφρὰ καὶ μηδαμινά, καὶ συγχωρηθῆναι τὰ ἴδια, καὶ δικαιωθῆναι συντόμως;
Οὐκ εἶπεν ὅτι, προσαγάγετέ μοι χρήματα, ἢ μόσχους, ἢ χιμάρους, ἢ νηστείαν ἢ ἀγρυπνίαν, ἵνα εἴπῃς, οὐκ ἔχω, οὐ δύναμαι, ἀλλ' ὅ ἐστιν ἐλαφρὸν καὶ εὔκολον καὶ σύντομον, τοῦτο προσέταξε λέγων· σὺ συγχώρησον τῷ ἀδελφῷ σου τὰ παραπτώματα, κἀγὼ συγχωρῶ τὰ σά.
Σὺ μικρὰ συγχωρεῖς πταίσματα, ἴσως ὀβολοὺς ὀλίγους ἢ καὶ τρία δηνάρια, ἐγὼ δὲ τὰ μύρια τάλαντά σοι χαρίζομαι.
Καὶ σὺ μὲν μόνον συγχωρεῖς, τίποτε μὴ χαριζόμενος, ἐγὼ δὲ καὶ τὴν ἄφεσίν σοι παρέχω, καὶ τὴν ἴασιν καὶ τὴν βασιλείαν χαρίζομαι· καὶ τὸ δῶρόν σου τότε προσδέχομαι, ὅταν διαλλαγῇς τῷ ἐχθραίνοντί σοι, ὅταν μὴ ἔχῃς ἔχθραν κατά τινος, ὅταν ὁ ἥλιος μὴ δύσῃ ἐπὶ τῷ παροργισμῷ σου.
Ὅταν πρὸς πάντας εἰρήνην καὶ ἀγάπην ἔχῃς, τότε ἡ προσευχή σου εὐπρόσδεκτος, καὶ ἡ προσφορά σου εὐάρεστος, καὶ ὁ οἶκος εὐλογημένος, καὶ σὺ μακάριος.
…….
Καλῶς εἶπεν
ὁ Ἀπόστολος, μηδενὶ μηδὲν ὀφείλειν ἡμᾶς, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾶν.
Ὁ Θεὸς γὰρ ἀγάπη
ἐστί, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει, καὶ ὁ Θεὸς ἐν αὐτῷ μένει.
Όσιος Ισαάκ ο Σύρος - Λόγος
δις ΚΔ' - Περί ταπεινώσεως
Πρό του εισελθείν είς την πόλιν της ταπεινώσεως, εάν ίδης
σαυτόν, ότι ανεπαύθης εκ της οχλήσεως των παθών, μη πιστεύσης σεαυτώ ενέδραν
γαρ τίνα ενεδρεύει σοι ο εχθρός.
Αλλ' εκδέχον μετά την ανάπαυσιν πολλήν όχλησιν
και ταραχήν.
Ει μη γαρ διέλθης τα καταλύματα των αρετών, ουκ άπαντες ανάπαυσιν
εκ του μόχθου σου, ουδέ εκ των επιβουλών άνεσιν έξεις, έως αν φθάσης το
κατάλυμα της αγίας ταπεινώσεως.
Ο Θεός, τη ση χάριτι αξίωσον ημάς αυτό φθάσαι. Αμήν.
[2fA]
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου