Παρασκευή 20 Οκτωβρίου 2017

"Καί κλῖνον τό οὖς σου.. "





Ευχές της Θείας Μεταλήψεως
-  Ἀπό την Α΄ καί Β΄ Ευχή  (Τοῦ Μεγάλου Βασιλείου)


Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν,
ἡ πηγὴ τῆς ζωῆς καὶ τῆς ἀθανασίας,
ὁ πάσης ὁρατῆς καὶ ἀοράτου κτίσεως δημιουργός,
ὁ τοῦ ἀνάρχου Πατρὸς συναΐδιος Υἱὸς καὶ συνάναρχος,
ὁ δι᾿ ὑπερβολὴν ἀγαθότητος ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν σάρκα φορέσας 
καὶ σταυρωθεὶς καὶ τυθεὶς ὑπὲρ τῶν ἀχαρίστων καὶ ἀγνωμόνων ἡμῶν 
καὶ τῷ οἰκείῳ σου Αἵματι
ἀναπλάσας τὴν φθαρεῖσαν ὑπὸ τῆς ἁμαρτίας φύσιν ἡμῶν,
αὐτὸς ἀθάνατε Βασιλεῦ, πρόσδεξαι κἀμοῦ τοῦ ἁμαρτωλοῦ τὴν μετάνοιαν
καὶ κλῖνον τὸ οὖς σου ἐπ᾿ ἐμοὶ καὶ εἰσάκουσον τῶν ῥημάτων μου·
ἥμαρτον γάρ Κύριε, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου
καὶ οὔκ εἰμι ἄξιος ἀτενίσαι εἰς τὸ ὕψος τῆς δόξης σου·
παρώργισα γάρ σου τὴν ἀγαθότητα,
τὰς σὰς ἐντολὰς παραβὰς καὶ μὴ ὑπακούσας τοῖς σοῖς προστάγμασιν.
….
….

Σπλαγχνίσθητι οὖν Κύριε καὶ μὴ παραδειγματίσῃς με τὸν ἁμαρτωλόν,
ἀλλὰ ποίησον μετ᾿ ἐμοῦ κατὰ τὸ ἔλεός σου·
καὶ γενέσθω μοι τὰ ἅγια ταῦτα εἰς ἴασιν καὶ κάθαρσιν καὶ φωτισμὸν
καὶ φυλακτήριον καὶ σωτηρίαν καὶ ἁγιασμὸν ψυχῆς τε καὶ σώματος·
εἰς ἀποτροπὴν πάσης φαντασίας καὶ πονηρᾶς πράξεως
καὶ ἐνεργείας διαβολικῆς, κατὰ διάνοιαν τῆς ἐν τοῖς μέλεσί μου ἐνεργουμένης·
εἰς παῤῥησίαν καὶ ἀγάπην τὴν πρὸς σέ·
εἰς διόρθωσιν βίου καὶ ἀσφάλειαν·
εἰς αὔξησιν ἀρετῆς καὶ τελειότητος·
εἰς πλήρωσιν ἐντολῶν·
εἰς Πνεύματος ἁγίου κοινωνίαν·
εἰς ἐφόδιον ζωῆς αἰωνίου καὶ εἰς ἀπολογίαν εὐπρόσδεκτον,
τὴν ἐπὶ τοῦ φοβεροῦ βήματός σου·
μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα.



[2φΑ]

                                            





Share

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου