42. Ψαλμός τῷ Δαυΐδ
ΚΡΙΝΟΝ με, ὁ Θεός, καὶ δίκασον τὴν δίκην μου
ἐξ ἔθνους οὐχ
ὁσίου·
ἀπὸ ἀνθρώπου ἀδίκου καὶ δολίου ῥῦσαί με.

2 ὅτι σὺ εἶ ὁ Θεὸς κραταίωμά μου· ἱνατί ἀπώσω με;
καὶ ἱνατί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου;

3 ἐξαπόστειλον
τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου·
αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου καὶ εἰς τὰ σκηνώματά σου.

4 καὶ εἰσελεύσομαι
πρὸς τὸ θυσιαστήριον τοῦ Θεοῦ,
πρὸς τὸν Θεὸν τὸν εὐφραίνοντα τὴν νεότητά μου·
ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ, ὁ Θεός, ὁ Θεός μου.

5 ἱνατί περίλυπος εἶ, ἡ ψυχή μου; καὶ ἱνατί συνταράσσεις με;
ἔλπισον ἐπὶ τὸν Θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ·
σωτήριον τοῦ προσώπου μου καὶ ὁ Θεός μου.

[2φΑ]
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου