Σήμερον κρεμάται επί
ξύλου
- ψάλλει ο μακαριστός αρχιεπίσκοπος Χριστόδουλος
- ψάλλει ο μακαριστός αρχιεπίσκοπος Χριστόδουλος
Σήμερον κρεμᾶται ἐπὶ ξύλου
ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας.
ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας.
Στέφανον ἐξ ἀκανθῶν περιτίθεται
ὁ τῶν ἀγγέλων Βασιλεύς.
Ψευδῆ πορφύραν περιβάλλεται
ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις.
ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις.
Ῥάπισμα κατεδέξατο
ὁ ἐν Ἰορδάνῃ ἐλευθερώσας τὸν Ἀδάμ.
ὁ ἐν Ἰορδάνῃ ἐλευθερώσας τὸν Ἀδάμ.
Ἥλοις προσηλώθη ὁ Νυμφίος τῆς Ἐκκλησίας.
Λόγχῃ ἐκεντήθη ὁ Υἱὸς τῆς Παρθένου.
Προσκυνοῦμεν σου τὰ πάθη, Χριστέ.
Δεῖξον ἡμῖν καὶ τὴν ἔνδοξόν σου ἀνάστασιν.
[2fA]
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου