Εἰς τήν θ΄ ὧραν ἐκφωνεῖ ὁ
ἀναγνώστης ἐν τῷ μέσῳ
τοῦ ναοῦ:
Σήμερον γεννᾶται ἐκ Παρθένου
ὁ δρακὶ τὴν πᾶσαν ἔχων κτίσιν.
Ῥάκει, καθάπερ βροτὸς σπαργα-
νοῦται ὁ τῇ οὐσίᾳ ἀναφής.
Θεὸς ἐν φάτνῃ ἀνακλίνεται
ὁ στερεώσας τοὺς οὐρανούς πάλαι
κατ' ἀρχάς.
Ἐκ μαζῶν γάλα τρέφεται, ὁ ἐν
τῇ ἐρήμῳ Μάννα ὀμβρίσας τῷ λαῷ.
Μάγους προσκαλεῖται, ὁ Νυμφίος
τῆς Ἐκκλησίας.
Δῶρα τούτων αἴρει, ὁ Υἱὸς τῆς
Παρθένου.
Προσκυνοῦμέν σου τὴν Γένναν,
Χριστέ. Δεῖξον ἡμῖν καὶ τὰ
θεῖά σου Θεοφάνεια.
[2φΑ]
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου