Πέμπτη 25 Ιανουαρίου 2018

"Λύει μου τήν γλῶτταν.. "





ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ  -  ΛΟΓΟΙ

ΛΟΓΟΣ  6ος
Εἰρηνικός, ἐπί τῇ ἑνώσει τῶν μοναζόντων, μετά τήν σιωπήν,
ἐπί παρουσίᾳ τοῦ πατρός αὐτοῦ
.


1. Λύει μου τὴν γλῶτταν ἡ προθυμία, καὶ περιφρονῶ τὸν ἀνθρώπινον νόμον διὰ τὸν νόμον τοῦ Πνεύματος· καὶ δίδωμι τῇ εἰρήνῃ τὸν λόγον, οὔπω πρότερον οὐδενὶ συγχωρήσας.
Πρότερον μὲν γὰρ ἡνίκα ἐστασίαζε πρὸς ἡμᾶς τὰ μέλη, καὶ τὸ μέγα καὶ τίμιον σῶμα τοῦ Χριστοῦ διῃρεῖτο καὶ διεκόπτετο, ὡς μικροῦ καὶ διασκορπίζεσθαι τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην, οἷον γῆς βάθος ἀρότρῳ ῥηγνύμενον, καὶ κατὰ γῆς σκεδαννύμενον, καὶ τὸν ἄτμητον, καὶ ἀμέριστον, καὶ ὑφαντὸν δι᾿ ὅλου χιτῶνα κατατεμὼν ὁ πονηρὸς ὅλον ἑαυτοῦ πεποίητο, τοῦτο δι᾿ ἡμῶν δυνηθεὶς, ὃ διὰ τῶν τὸν Χριστὸν σταυρωσάντων οὐκ ἴσχυσεν· τότε μὲν δὴ φυλακὴν ἐθέμην τοῖς χείλεσιν, οὐδ᾿ ἄλλως προθύμοις οὖσι περὶ τὸν λόγον, ὅτι τῇ δι᾿ ἔργων φιλοσοφίᾳ καθᾶραι πρῶτον ἐμαυτόν, εἶτα τὸ στόμα τῆς διανοίας ἀνοίξας ἑλκῦσαι πνεῦμα, εἶτα ἐξερεύξασθαι λόγον ἀγαθόν, καὶ λαλεῖν Θεοῦ σοφίαν τελείαν ἐν τοῖς τελείοις, ἀκολουθίας εἶναι πνευματικῆς ὑπελάμβανον· καὶ ὥσπερ καιρὸς ἐπὶ παντὶ πράγματι καὶ μικρῷ καὶ μείζονι (τὸ γὰρ τοῦ Σολομῶντος εὖ ἔχει καὶ λίαν ἐπεσκεμμένως), οὕτω καὶ λόγου καὶ σιωπῆς, εἰ καί τις ἄλλος, καιρὸν ἐγίνωσκον.

2. Διὰ τοῦτο ἐκωφώθην καὶ ἐταπεινώθην, πόῤῥω παντὸς ἀγαθοῦ γενόμενος· καὶ οἷόν τι νέφος τὴν ἐμὴν καρδίαν ὑποδραμὸν συνεκάλυψε τὴν ἀκτῖνα τοῦ λόγου, καὶ τὸ ἄλγημά μου νυκτὸς καὶ ἡμέρας ἀνεκαινίζετο.
Καὶ πάντα μοι ἦν ὑπεκκαύματα καὶ ὑπομνήματα τῆς τῶν ἀδελφῶν διαζεύξεως, ἀγρυπνίαι, νηστεῖαι, προσευχαὶ, δάκρυα, τύλοι γονάτων, στηθῶν, ἐπιτιμήσεις, στεναγμὸς ἐκ βάθους ἀναπεμπόμενος, στάσις πάννυχος, νοῦ πρὸς Θεὸν ἐκδημία, θρῆνος ἐν δεήσει λεπτὸς, φάρμακον τοῖς ἀκούουσι κατανύξεως, οἱ ψάλλοντες, οἱ δοξάζοντες, οἱ μελετῶντες τὸν νόμον Κυρίου ἡμέρας καὶ νυκτὸς, οἱ τὰς ὑψώσεις τοῦ Θεοῦ ἐν τοῖς λάρυγξι φέροντες· καὶ ταῦτα δὴ τὰ καλὰ τοῦ κατὰ Θεὸν βίου προγράμματα καὶ μηνύματα, οἱ σιωπῶντες κήρυκες, αὐχμῶσα καὶ πιναρὰ κόμη, πόδες γυμνοὶ καὶ τοῖς ἀποστολικοῖς ἑπόμενοι, μηδὲν νεκρὸν φέροντες, κουρὰ σύμμετρος, περιβολὴ τύφον κολάζουσα, ζώνη τῷ ἀκόσμῳ κοσμία, μικρόν τι τοῦ χιτῶνος ἀναστέλλουσα, καὶ ὅσον μὴ ἀναστέλλειν, βάδισμα εὐσταθὲς, ὀφθαλμὸς οὐ πλανώμενος, μειδίαμα προσηνὲς, μᾶλλον δὲ ὁρμὴ μειδιάματος, ἀκρασίαν γέλωτος σωφρονίζουσα, λόγος τῷ λόγῳ κινούμενος, σιωπὴ λόγου τιμιωτέρα, ἔπαινος ἅλατι ἠρτυμένος, οὐ πρὸς θωπείαν, ἀλλ᾿ ὁδηγίαν τοῦ κρείττονος, ἐπίπληξις εὐφημίας ποθεινοτέρα, μέτρα κατηφείας καὶ ἀνέσεως, καὶ ἡ δι᾿ ἀμφοτέρων μίξις καὶ κρᾶσις, τὸ ἁπαλὸν τῷ γενναίῳ, τὸ αὐστηρὸν αἰδοῖ σύγκρατον, ὡς μηδ᾿ ἕτερον ὑπὸ τοῦ ἑτέρου παραβλάπτεσθαι, ἀλλ᾿ ἀμφότερα δι᾿ ἀλλήλων εὐδοκιμεῖν· μέτρα τῆς εἰς τὸ κοινὸν ἐπιμιξίας καὶ ὑποχωρήσεως, τῆς μὲν τοὺς ἄλλους παιδαγωγούσης, τῆς δὲ τῷ Πνεύματι μυσταγωγούσης, καὶ τῆς μὲν ἐν τῷ κοινῷ τὸ ἄκοινον φυλαττούσης, τῆς δὲ ἐν τῷ ἀμίκτῳ τὸ φιλάδελφον καὶ φιλάνθρωπον· καὶ ἃ μείζω τούτων ἔτι καὶ ὑψηλότερα, ὁ ἐν πενίᾳ πλοῦτος, ἡ ἐν παροικίᾳ κατάσχεσις, ἡ ἐν ἀτιμίᾳ δόξα, ἡ ἐν ἀσθενείᾳ δύναμις, ἡ ἐν ἀγαμίᾳ καλλιτεκνία (εἴπερ κρείττονα τῶν ἀπὸ σαρκὸς ἀρχομένων τὰ κατὰ Θεὸν γεννήματ)α· οἱ τρυφῶντες τῷ μὴ τρυφᾷν, οἱ ταπεινοὶ ὑπὲρ τῶν οὐρανίων· οἱ μηδὲν ἐν κόσμῳ, καὶ ὑπὲρ τὸν κόσμον· οἱ σαρκὸς ἔξω καὶ ἐν σαρκὶ, ὧν μερὶς Κύριος, οἱ πτωχοὶ διὰ βασιλείαν, καὶ διὰ πτωχείαν βασιλεύοντες.   
….


churchgoc – [2fA]

                                         





Share

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου