Κυριακή 1 Μαΐου 2016

"Ανάσταση! "





ΚΥΡΙΑΚΗ ΤΟΥ ΠΑΣΧΑ


ναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· 
ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν,
Χριστὸς  Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, 
καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. 

ναστὰς  Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, 
ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.






Κατηχητικός Λόγος
Αγίου Ιωάννου του Χρυσοστόμου


Ει τις ευσεβής και φιλόθεος, απολαυέτω της καλής ταύτης και λαμπράς πανηγύρεως.
Ει τις ευγνώμων, εισελθέτω χαίρων εις την χαράν του Κυρίου αυτού.
Ει τις έκαμε νηστεύων, απολαυέτω νυν το δηνάριον.

Ει τις από της πρώτης ώρας ειργάσατο, δεχέσθω σήμερον το δίκαιον όφλημα.
Ει τις μετά την τρίτην ήλθεν, ευχαρίστως εορτασάτω.
Ει τις μετά την έκτην έφθασε, μηδέν αμφιβαλλέτω· και γαρ ουδέν ζημειούται.
Ει τις υστέρησεν εις την ενάτην, προσελθέτω, μηδέν ενδοιάζων.

Ει τις εις μόνην έφθασε την ενδεκάτην, μη φοβηθή την βραδύτητα·
φιλότιμος γαρ ων ο Δεσπότης, δέχεται τον έσχατον καθάπερ και τον πρώτον· 
αναπαύει τον της ενδεκάτης, ως τον εργασάμενον από της πρώτης·
και τον ύστερον ελεεί και τον πρώτον θεραπεύει·
κακείνω δίδωσι και τούτω χαρίζεται·
και τα έργα δέχεται και την γνώμην ασπάζεται·
και την πράξιν τιμά και την πρόθεσιν επαινεί.

Ουκούν εισέλθετε πάντες εις την χαράν του Κυρίου υμών·
και πρώτοι και δεύτεροι τον μισθόν απολαύετε.
Πλούσιοι και πένητες μετ' αλλήλων χορεύσατε·
εγκρατείς και ράθυμοι την ημέραν τιμήσατε·
νηστεύσαντες και μη νηστεύσαντες, ευφράνθητε σήμερον.
Η τράπεζα γέμει, τρυφήσατε πάντες.

Ομόσχος πολύς, μηδείς εξέλθη πεινών.
Πάντες απολαύσατε του συμποσίου της πίστεως·
πάντες απολαύσατε του πλούτου της χρηστότητος.
Μηδείς θρηνείτω πενίαν·
εφάνη γαρ η κοινή Βασιλεία. Μηδείς οδυρέσθω πταίσματα·
συγνώμη γάρ εκ του τάφου ανέτειλε.
Μηδείς φοβείσθω θάνατον·
ηλευθέρωσε γάρ ημάς ο του Σωτήρος θάνατος.
Έσβεσεν αυτόν, υπ' αυτού κατεχόμενος.

Εσκύλευσε τον άδην ο κατελθών εις τον άδην.
Επίκρανεν αυτόν, γευσάμενον της σαρκός αυτού.
Και τούτο προλαβών Ησαΐας εβόησεν·
ο άδης φησίν, επικράνθη, συναντήσας σοι κάτω.

Επικράνθη· και γαρ κατηργήθη.
Επικράνθη· και γαρ ενεπαίχθη.
Επικράνθη· και γαρ ενεκρώθη.
Επικράνθη· και γαρ καθηρέθη.
Επικράνθη· και γαρ εδεσμεύθη.

Έλαβε σώμα και Θεώ περιέτυχεν.
Έλαβε γην και συνήντησεν ουρανώ.
Έλαβεν όπερ έβλεπε και πέπτωκεν όθεν ουκ έβλεπε.

Πού σου, θάνατε, το κέντρον;
Πού σου, άδη, το νίκος;

Ανέστη Χριστός και συ καταβέβλησαι.
Ανέστη Χριστός και πεπτώκασι δαίμονες.
Ανέστη Χριστός και χαίρουσιν άγγελοι.
Ανέστη Χριστός, και ζωή πολιτεύεται.
Ανέστη Χριστός και νεκρός ουδείς επί μνήματος.

Χριστός γαρ εγερθείς εκ νεκρών, απαρχή των κεκοιμημένων εγένετο.
Αυτώ η δόξα και το κράτος, εις τους αιώνας των αιώνων.
Αμήν.




egolpion – [2fA]






Share

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου