Τετάρτη 29 Ιουνίου 2022

"Σῶμα Χριστοῦ καί ναός! "

 


-  101ος κανόνας

[Από τους Κανόνες τῆς ἐν Τρούλλῳ Ἁγίας καί Οἰκουμενικῆς Πενθέκτης Συνόδου,
ήτις συνεκλήθη ὑπό τοῦ Αὐτοκράτορος τῶν Ῥωμαίων Ἰουστινιανοῦ τοῦ Δευτέρου,
ἐν Κωνσταντινουπόλει – Νέᾳ Ῥώμῃ, ἐν Τρούλλῳ τοῦ Παλατίου, τω 691 μ.Χ.]


Κανών ΡΑ'

Σῶμα Χριστοῦ, καὶ ναόν, τὸν κατ’ εἰκόνα Θεοῦ κτισθέντα ἄνθρωπον,
ὁ θεῖος Ἀπόστολος μεγαλοφώνως ἀποκαλεῖ.
Πάσης οὖν αἰσθητῆς κτίσεως ὑπερκείμενος ὁ τῷ σωτηρίῳ πάθει
τοῦ οὐρανίου τυχῶν ἀξιώματος, ἐσθίων καὶ πίνων Χριστόν,
πρὸς ζωὴν διὰ παντὸς μεθαρμόζεται τὴν ἀΐδιον,
ψυχὴν καὶ σῶμα τῇ μεθέξει τῆς θείας ἁγιαζόμενος χάριτος·
ὥστε, εἴ τις τοῦ ἀχράντου σώματος μετασχεῖν ἐν τῷ τῆς συνάξεως
βουληθείη καιρῷ, καὶ ἓν πρὸς αὐτὸ τῇ μετουσίᾳ γενέσθαι,
τὰς χεῖρας σχηματίζων εἰς τύπον σταυροῦ,
οὕτω προσίτω καὶ δεχέσθω τὴν κοινωνίαν τῆς χάριτος.
Τοὺς γὰρ ἐκ χρυσοῦ ἢ ἄλλης ὕλης, ἀντὶ χειρός, τινὰ δοχεῖα κατασκευάζοντας
πρὸς τὴν τοῦ θείου δώρου ὑποδοχὴν,
καὶ δι' αὐτῶν τῆς ἀχράντου κοινωνίας ἀξιουμένους, οὐδαμῶς προσιέμεθα,
ὡς προτιμῶντας τῆς τοῦ Θεοῦ εἰκόνος τὴν ἄψυχον ὕλην καὶ ὑποχείριον.
Εἰ δέ τις ἁλῷ τῆς ἀχράντου κοινωνίας μεταδιδοὺς τοῖς τὰ τοιαῦτα δοχεῖα προσφέρουσι,
καὶ αὐτὸς ἀφοριζέσθω, καὶ ὁ ταῦτα ἐπιφερόμενος.

 

nektar

vb–Julia – 2φΑ

                                          




Share

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου