4η Κυριακή των
Νηστειών
- Ιωάννου της Κλίμακος
- Ιωάννου της Κλίμακος
Περί τοῦ Ἀββᾶ Ἰωάννου, ἡγουμένου τοῦ Σινᾶ ὄρους,
ἤγουν τοῦ τῆς Κλίμακος
(ΚΛΙΜΑΞ - από τον Πρόλογο)
Ἐλθόντος ποτὲ τοῦ Ἀββᾶ Μαρτυρίου καὶ τοῦ Ἀββᾶ Ἰωάννου πρὸς τὸν μέγαν Ἀναστάσιον, καὶ ἰδὼν αὐτοὺς λέγει τῷ ἀββᾷ Μαρτυρίῳ·
«Εἰπέ, Ἀββᾶ Μαρτύριε, πόθεν ἐστὶν ὁ παῖς οὗτος; Καὶ τὶς αὐτὸν ἐκούρευσεν;»
Ὁ δὲ λέγει αὐτῷ· «Δοῦλός σου ἐστι, πάτερ, καὶ ἐγὼ ἐκούρευσα αὐτόν.»
Καὶ λέγει αὐτῷ· «Βαβαί, Ἀββᾶ Μαρτύριε! τὶς εἶπει, ὅτι ἡγούμενον τοῦ Σινᾶ ἐκούρευσας;»
Καὶ οὐκ ἐψεύσθη ὁ ἅγιος· μετὰ γὰρ τεσσαράκοντα ἔτη γέγονεν ἡγούμενος ἡμῶν.
Πάλιν ἄλλοτε, παραλαβὼν τὸν αὐτὸν Ἰωάννην ὁ ἐπιστάτης αὐτοῦ ὁ ἀββᾶς Μαρτύριος, ἀπῆλθε πρὸς τὸν μέγαν Ἰωάννην τὸν Σαβαΐτην, ἐν τῇ τοῦ Γουδδᾶ ἐρήμῳ τότε διάγοντι [διάγοντα].
Ὡς οὖν εἶδεν αὐτοὺς ὁ γέρων ἀναστὰς ἔβαλεν ὕδωρ καὶ ἔνιψε τοὺς πόδας τοῦ Ἀββᾶ Ἰωάννου, καὶ κατεφίλησε τὴν χεῖρα αὐτοῦ· τοῦ δὲ Ἀββᾶ Μαρτυρίου οὐκ ἔνιψε τοὺς πόδας.
Πυνθανομένου δὲ τοῦ μαθητοῦ αὐτοῦ Στεφάνου, τὶ οὕτως πεποίηκε, λέγει αὐτῷ· «Πίστευσον, τέκνον, ἐγώ, τὶς ἐστιν ὁ παῖς, οὐκ οἶδα· ἀλλ’ ἐγὼ ἡγούμενον τοῦ Σινᾶ ἐδεξάμην καὶ τοὺς πόδας τοῦ ἡγούμενου ἔνιψα».
Ἀλλὰ καὶ ὁ ἀββᾶς Στρατήγιος, τὴν ἡμέραν, ἐν ᾗ ἐκουρεύσατο ὁ ἀββᾶς
Ἰωάννης, εἴκοσην ἐτῶν ὑπάρχων, προείρηκη περὶ αὐτοῦ, ὅτι μέγας ἀστὴρ γενήσεταί.
Ἀμέλει γοῦν ἅμα τῷ γενέσθαι αὐτὸν ἡγούμενον ἡμῶν, εἰσελθόντων ἐνταῦθα περὶ ποῦ ἑξακοσίων ξένων, ἐν τῷ καθέζεσθαι αὐτοὺς καὶ ἐσθίειν, ἐθεώρει αὐτὸς τινα κονδοκούρευτον, ἀναβεβλημένον Ἰουδαϊκῶς σινδόνα, περιτρέχοντα, καὶ ἐξουσιαστικῶς ἐπιτάσσοντα τοῖς τε μαγείροις καὶ οἰκονόμοις καὶ κελλαρίταις καὶ τοῖς λοιποῖς ὑπουργοῖς.
Μετὰ οὖν τὸ ἀπελθεῖν τὸν λαόν, καθεσθέντων φαγεῖν τῶν ὑπηρετῶν, ἐζητεῖτο ἐκεῖνος ὁ πανταχοῦ περιτρέχων καὶ ἐπιτάττων, οὐχ εὑρίσκετο.

Τότε ὁ τοῦ Θεοῦ δοῦλος ὁ ὅσιος πατὴρ ἡμῶν Ἰωάννης λέγει ἡμῖν·
«Ἐάσατε αὐτόν· οὐδὲν ξένον ἐποίησεν ὁ κύριος Μωϋσῆς εἰς τὸν ἴδιον τόπον διακονήσας».
Ποτὲ ἀβροχίας ἐν τοῖς κατὰ τὴν Παλαιστίνην μέρεσι γενομένης
παρακληθεὶς ὑπὸ τῶν περιοίκων προσηύξατο, καὶ κατηνέχθη πλούσιος ὑετός· καὶ οὐκ
ἄπιστον· θέλημα γὰρ τῶν φοβουμένων αὐτὸν ποιήσει ὁ Κύριος, καὶ τῆς δεήσεως αὐτῶν
εἰσακούσεται.
Ἰστέον ὅτι ὁ τῆς Κλίμακος Ἰωάννης εἶχε γνήσιον ἀδελφόν,
τουτονὶ τὸν θαυμαστὸν ἀββᾶν Γεώργιον, ὃν ἔτι ζῶν κατέστησεν ἡγούμενον τοῦ Σινᾶ,
τὴν ἡσυχίαν αὐτὸς ἀσπαζόμενος, ἣν ἄπ’ ἀρχῆς νύμφην ἑαυτῷ ἠγάγετο ὁ σοφός.
Μέλλοντος πρὸς Κύριον πορεύεσθαι τοῦ νέου ἡμῶν Μωϋσέως τοῦ ὁσιωτάτου
Ἰωάννου τοῦ ἡγουμένου, παρίστατο αὐτῷ κλαίων ὁ ἀββᾶς Γεώργιος ὁ ἴδιος αὐτοῦ ἀδελφὸς
λέγων, ὅτι
«Ἰδοὺ ἀφίεις μὲ καὶ ὑπάγεις; Ἐγὼ ηὐχόμην, ἵνα σὺ μὲ προπέμψης· οὐδὲ γὰρ εἰμι ἱκανὸς ἐκτὸς σοῦ ποιμᾶναι τὴν συνοδίαν, ᾧ κύριέ μού· μᾶλλον δὲ ἐγὼ σὲ προπέμπω».
Λέγει αὐτῷ ὁ ἀββᾶς Ἰωάννης·
«Μὴ λυποῦ, μηδὲ μερίμνα· ἐὰν γὰρ εὕρω παῤῥησίαν πρὸς Κύριον, οὐ μὲ σὲ ἐάσω τελειῶσαι ἐνιαυτὸν ὄπισθέ μου».
Ὅπερ καὶ γέγονεν· ἐντὸς γὰρ δέκα μηνῶν, ἀπῆλθε καὶ αὐτὸς πρὸς Κύριον.

[2fA]
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου